[ ] Syr., Amanus W. — Rhosos — 2nd c. AD — GVI 1737
1 ἁ̣ μὲ̣ν̣ Ὀδύσσειος γαμετὰ μύθοισιν Ὁμήρου / τὰν ὕμνοις <ἀ>ρε-
τὰν ἔσχε̣ν αἰὲς κ̣λ̣υ̣μέναν· / ἁ δὲ <τρ>όποις σεμνὴ Βεροῦς πατρὸς Χρυ-
σίππου / ἔργοις, οὐ μύθοις Πηνελόπα γέγονεν, / σώφρων ἐν γαμότητι,
περίφρων δ’ ἐν βιότητι, / οἰκουρὸς δ’ ἀγαθὴ καὶ βίου ἡνίοχος. / δ<ι>σσῶν δ’ οὖσα
5 ἐ̣τ̣έ̣ων καὶ δὶ̣ς̣ δ̣έκα θνῄσκει ἄωρος, / τέκνα λιποῦσα τρί<α> νήπια πατρὶ
φίλῳ. / κεῖται δ’ ἐνθάδ’, ὁδεῖτα· θεοὺς σχοί<η>ς ἐπικούρους, / εἰ Βεροῦ κούφην
γῆν ἐφέπειν σὺ λέ<γ>ῃς. /
   Χρύσιππε καὶ Βεροῦ κα<ὶ> Νεικοφόρε καὶ Νείκαιε καὶ Σωτηρίς
      ἄλυποι χαίρετε.
Search Help
Contact Us