[ ] Syr., Amanus W. — Rhosos — 42-30 BC — w/ Add. p. 684 — Sherk, RDGE 58
I.1                ἔτους ․․ʹ,  μηνὸς Ἀπελλαίου — — —.
[Αὐτοκρά]τωρ Καῖσαρ, θεοῦ Ἰουλίου υἱός, αὐτοκράτωρ τὸ τέταρτον,  ὕπ[ατος]
[τὸ δεύτ]ερον καὶ τὸ τρίτον ἀποδεδειγμένος, Ῥωσέων τῆς ἱερᾶς καὶ ἀσύλου καὶ
[αὐτονόμ]ου ἄρχουσι, βουλῆι, δήμωι χαιρεῖν· καὶ αὐτὸς δὲ μετὰ τοῦ στρατεύματος
5 [ὑγίαινον· τ]ὰ ὑπογεγραμμένα ἐξελήφθη{ι} ἐκ στήλης ἐκ τοῦ ἐν Ῥώμηι Καπετωλίου
[ἄπερ ἀξιῶ] καταχωρίσαι εἰς τὰ παρ’ ὑμῖν δημόσια γράμματα· πέμψατε δὲ καὶ ἀντίγραφον
[αὐτῶν εἰς] Ταρσέων τὴν βουλὴν καὶ τὸν δῆμον, Ἀντιωχέων τὴν βουλὴν καὶ τὸν δῆμον,
[Σελευκέω(?)]ν τὴν βουλὴν καὶ τὸν δῆμον, ὅπως καταχωρίσωσιν. ἔρρωσθε.
II.9 [Καῖσαρ(?) α]ὐτοκράτωρ, τριῶν ἀνδρῶν ἐπὶ τῆς καταστάσεως τῶν δημοσίων πραγμά-
10 [των, κατὰ ν]όμον Μουνάτιον καὶ Αἰμίλιον πολειτείαν καὶ ἀνεισφορίαν πάντων τῶν
[ὑπαρχόντ]ων ἔδωκαν {²⁶ἔδωκεν}²⁶ εἰς τούτους τοὺς λόγους.
[ἐπεὶ Σέλευ]κος Θεοδότου Ῥωσεὺς συνεστρατεύσατο ἡμεῖν ἐν τοῖς κατὰ τὴν
․․․․․․․․οις, ὄντων αὐτοκρατόρων ἡμῶν, πολλὰ καὶ μεγάλα περὶ ἡμῶν ἐκακοπά-
[θησεν ἐκιν]δύνευσέν τε, οὐδενὸς φεισάμενος τῶν πρὸς ὑπομονὴν δεινῶν,
15 [καὶ πᾶσαν] προαίρεσιν πίστιν τε παρέσχετο τοῖς δημοσίοις πράγμασιν, τούς τε
[ἰδίους καιρ]οὺς τῆι ἡμετέραι σωτη[ρίαι] συνέζευξεν πᾶσάν τε βλάβην περὶ τῶν
[δημοσίων πρα]γμάτων τοῦ δήμ[ου τ]ο[ῦ Ῥωμ]αίων ὑπέμεινε, παροῦσιν καὶ ἀποῦσιν
[ἡμεῖν χρη]στὸς ἐγένετο.
[αὐτῶι καὶ γ]ονεῦσι, τέκνοις ἐκγόνοις τε αὐτοῦ γυναικί τε τούτου ἥτις με-
20 [τ’ αὐτοῦ] ἔστ[αι — — —c.16— — —] πολειτείαν καὶ ἀνεισφορίαν τῶν ὑπαρχόν-
[των δίδ]ομεν οὕτω[ς ὡς οἵτινες τῶ]ι ἀρίστωι νόμωι ἀρίστωι δὲ δικαίωι πολεῖται
[ἀνείσφο]ροί [εἰσιν, καὶ στρατείας λει]του[ργία]ς τε δημοσίας ἁπάσης πάρε-
[σις ἔστω].
[αὐτὸς ὁ ἐπ]άνω γεγρ[αμμένος καὶ γονεῖς, τέκ]ν[α] ἔκγ[ο]νο[ί τε] αὐτοῦ φυλῆς Κορνηλίας ἔστωι
25 [καὶ(?) ψῆφ]ός τε ἐ[ν]τ[α]ῦθα [φερέσθω(?) καὶ — — —] ἔστωι· καὶ ἐὰν ἀπόντες τει-
[μᾶσθαι θ]έλωσιν ․․α— — — — — —ιας Ἰταλίας εἶναι θέλωσιν
․․․․․․οστειμο— — — — — — —.
[καθόσον] ὁ προγεγρ[α]μ[μένος καὶ γυνὴ καὶ γονεῖς τ]έκνα ἔ[κγονοί] τε αὐτοῦ πρὸ τοῦ πολείτης
[Ῥωμαῖο]ς ἀνείσφορος ε[ἶν]αι ․․․․․․․․․․․ καὶ πολεί[της Ῥω]μαῖος ἀνείσφορος γεγονὼς
30 [κατὰ τὸ(?)] δίκαιον ἐ̣ὰ̣ν χ[ρῆ]σθ[αι(?) θέληι ․․․․․․․․․․․․ τὰς] ἱερωσ[ύνας ․․․․․․]ις τείμια φιλάνθρωπα
․․․․․ τά τε ὑ[πάρχοντα(?) ἔχειν, καρπίζεσθαι καθάπερ τις τῶι ἀρίστωι νό]μωι ἀρίστωι τε δικαίωι ἔχει
[καρπίζεται].
․․․․․του — — — — — —c.35— — — — — —α․ο․ οὔτε χειρίστην εἰσφ[ο]-
[ρῶν δη]μοσιώ[νην τε] ιτ— —c.10— — αυτ․․․․ [ὑπ]οδοχῆς ἕνεκεν οὔτε
35 [παρα]χειμα[σίας — — — — — —].
[Ἀσίαν(?)] καὶ Εὐρώπ̣η̣ν — — — — — — —λισ— — — — — — αὐτῶ[ι] ἢ αὐτὸς
[․․․․ τ]έκνα, γυναῖκα [αὐ]τοῦ σ̣— — — — — — — — — — — μετὰ ταῦ-
[τα ․․․]ήσηται ἕως ὁ λε— — — — — — — — — — — — — —ο․․ πάσης
․․․ ἔστωι
40 ․․․․․ν ἐπιγαμίαν ο— — — — — — — — — — — — — — — —οε̣ω̣νιον
․․․․․ιη χρημα — — — — — — — — — — — — — — — — —πωνικων
․․․․․ωνηεισ— — — — — — — — — — — — — — — — — — —αι ἐκπράττεσθαι
․․․․․νατε οὔτε — — — — — — — — — — — — — — — — — νόμωι Ἀτειλίωι
[καὶ νόμωι] Ἰουλί[ωι — — — — — — — — —]οις [ἀ]ρέσκει ταῦτα πάντα
45 ․․․․․παε— — — — — — — — — — — — —α․․ο․․ω ἐπὶ ἐπαρχείαι λ․․․
․․․․․νουμενεσ— — — — —ελοσ— — — — —ονε․․εροικ․․χιουτε
․․․․α̣ς οὔτε [— — — Ῥωμαίων λαμβ[άν]ειν θέλου[σιν(?) ․․․․․․] τ̣εγ̣ραρ․
[․․․ λαμ]βάνεσθαι — — —c.20— — — αὐτῶ[ι] εἰς πόλιν ἢ χώραν Ἀσίας καὶ Εὐρώπης ἐπαρχει-
[ῶν ․․ δη]μοσιώνην ου μ[— — —c.22— — — ε]ἰσάγει ἢ ἐξάγηι τῆς ἰδίας χρεί[ας] ἕν[ε]κεν
50 [ἐκ πόλ]εως ἢ ἐκ χώ[ρας — — — — — —] ἐξάγηι ἔκ τε τῶν ἰδίων τῶν θρεμμάτων τε
[τῆς ἰδία]ς χρ[εί]ας [ἕ]νεκε[ν — — —c.15— — —] τούτων τῶν πραγμάτων τέλος οὔτε πολιτείαν οὔ-
[τε δημοσι]ώνην παρ’ αὐτ[οῦ εἰσπράττειν].
[ἐάν τις α]ὐτῶν κατηγορεῖν θέλι ἔγκλημά τε εἰσ(?)]άγειν κριτήριόν τε κατ’ αὐτῶν λαμβά-
[νειν κρί]σιν τε συνίστασ[θαι — — —c.20— — —]ειν, ἐπὶ τούτων τῶν πραγμάτων πάντων
55 [ἐάν τε ἐ]ν οἴκωι τοῖς ἰδίοις [νόμοις, ἐάν τε ἐν πόλεσιν] ἐλευθέραις, ἐάν τε πρὸς ἄρχοντας ἢ ἀν-
[τάρχοντα]ς ἡμετέρους [— — —c.20— — — κρί]νεσθαι θέλωσιν, αὐτῶν τὴν αἵρεσιν εἶναι
․․․․․ μήτε τις ἄλλω[ς ἢ ἐν τ]ούτ[οις γεγραμμένον ἐστὶ ποιήσ(?)]ηι περί τε αὐτῶν κρίνη<ι> προσανε[ν]έγ-
[κας γνώ]μην τε εἰπῆι· [ἐὰν δὲ κριτήριόν τι περὶ αὐτῶν ὑπ]εναντίως τούτοι[ς γεί]νηται, τοῦτο κύριον
[μὴ εἶνα]ι.
60 [ἐὰν δέ τ]ις τούτου [τ]οῦ προγεγραμμένου, γ[ονέ]ω[ν, γυναικός, τ]έκνων ἐκγόνων τε αὐτῶν ὄνομα δέξασθαι
[θελήσηι(?) πρό[κ]ριμά τε κεφαλῆς ποιήσ[ασθαι — — —c.17— — —]ειν, π[ρ]εσβευτάς τε πρὸς τὴν [σύ]νκλητον
[τὴν ἡμετέ]ραν [πρός] τε ἄρχοντας ἀντά[ρχοντάς τε τοὺς ἡμετέ]ρους παραγείνεσθ[αι πρ]εσβευτάς τε πέμ-
[πειν περὶ] τῶν ἰδίων πραγμάτω[ν τοῖς προγεγραμμένοις ἐξ]ουσίαν εἶναι [ἀρέ]σκει. ἥτις ἂν πολει-
[τεία ὅστις] τε ἄρχων ὅσα τ[ε κατὰ ταῦτα δεῖ, μὴ ποιήσηι ἢ ὑπενάντιον] τούτοις ποιήσηι ἢ ἐκ προαγωγῆς γνῶι
65 [ἢ ․․․․]οίηι ἢ ἐνεχυράση<ι> δόλωι τε πο[ν]η[ρ][ι κωλύση]ι ὧ<ι> ἔλασσον οὗτοι οἱ προγεγραμμένοι τοῖς
[φιλανθρώ]ποις [τ]οῖς δεδογμένοις [χρῆσθαι δυνή]σονται, τῶι δήμωι τῶι Ῥωμαίων νόμων ση-
[στερτίω]ν δέκαμυρίαδας δοῦναι κατ[άδικοι ἔσ]τωσαν τούτου τε τοῦ χρήματος τῶι
[θελόντι(?) αἴ[τημ]α ἔκπραξίς τε ἔστω[ι ἐάν τε] ἐν τῆι ἐπαρχείαι παρὰ ἄρχουσιν ἀντάρχ[ου]-
[σίν τε ἡμε]τέροις ἐάν τε ἐν Ῥώμηι [πρ]ο<σ>α[ιτ]εῖν (?) ἐ[κ]πράσσειν τε θέληι περὶ δὲ τούτων τῶν
70 [χρημάτω]ν ἐγγύας ἱκανῶ[ς δι]δομένωι [δικάζε]σθαι ἀρέσκει. ταῦτα τὰ προγεγραμμέ-
[να ὅπως οὕτ]ως γείνηται, ἄρχ[οντες ἀντάρχοντέ]ς τε ἡμέτεροι οἵτινες <ἂ>ν ἐκε<ῖ> ἐπὶ τῆς δί-
[κης κατα]σ<τ>ῶσιν ἑπικρειν[έτ]ω[σ]αν φροντιζέτωσάν τε.
III.73 [ἔτους ․․․ʹ], μηνὸς Δύστρου ιεʹ· Αὐτοκράτωρ Καῖσαρ, θεοῦ υἱός, αὐτοκράτωρ τὸ ἕκτον, ὕπατος
[τὸ τρί]τον, ἀποδεδειγμένος τὸ τέταρτον, Ῥωσέων τῆς ἱερᾶς καὶ ἀσύλου καὶ αὐτονόμου
75 [ἄρχουσι], βουλῆι, δήμωι χαίρειν · εἰ ἕρρωσθε, καλῶς ἂν ἔχοι καὶ αὐτὸς δὲ μετὰ τοῦ στρατεύ-
[ματος ὑγί]αινον · οἱ πεμφθέντες πρεσβευταὶ ὑφ’ ἡμῶν Σέλευκος ναύαρχος ἔμος, Ἡρᾶς Καλλι-
[․․․․․]έρως, Σύμμαχος, ἄνδρες ἀγαθοὶ, παρὰ δήμου ἀγαθοῦ, φίλου συμμάχου τε ἡμετέρου,
[ἀποδημήσ]αντες εἰς Ἔφεσον πρός με διελέχθησαν περὶ ὧν εἴχον τὰς ἐντολάς· ἐγὼ οὖν τοὺς
[ἄνδρας ἀπ]εδεξάμην εὑρῶν φιλοπατρίδας καὶ ἀγαθοὺς καὶ τὰς τιμὰς καὶ τὸν στέφανον δέδεγμαι,
80 [πειράσομ]αί τε ἐπὶ τοὺς τόπους ἐλθὼν ἀγαθοῦ τινὸς ὑμεῖν γείνεσθαι παραίτιος καὶ συντηρῆσαι
[τὰ φιλάνθ]ρωπα τῆι πόλει, καὶ ταῦτα ἥδειον διὰ Σέλευκον τὸν ναυαρχόν μου ποιήσω{ι} συνεστρατευμέ-
[νον μοι π]άντα τὸν τοῦ πολέμου χρόνον καὶ διὰ παντὸς ἡριστευκότα καὶ πᾶσαν ἀπόδειξιν εὐνοίας
[τε καὶ πίσ]τεως παρεσχημένον, ὃς οὐδένα καιρὸν παρελέλοιπεν ἐντυγχάνων ὑπὲρ ὑμῶν καὶ πᾶ-
[σαν εἰσφ]ερόμενος σπουδὴν καὶ προθυμίαν ὑπὲρ τῶν ὑμεῖν συμφερόντων. ἔρρωσθε.
IV.85 [ἔτους ․․ʹ, μ]ηνὸς Ἀπελλαίου θʹ· Αὐτοκράτωρ Καῖσαρ, θεοῦ υἱός, αὐτοκράτωρ τὸ ἕκτον, ὕπατος τὸ τέταρ-
[τον, Ῥωσέ]ων τῆς ἱερᾶς καὶ ἀσύλου καὶ αὐτονόμου ἄρχουσι, βουλῆι, δήμωι χαίρειν · εἰ ἔρρωσθε, καλῶς
ἂν ἔχοι· καὶ] αὐτὸς δὲ μετὰ τοῦ στρατεύματος ὑγίαινον. Σέλευκος ὁ καὶ ὑμέτερος πολεί-
[της καὶ ἔμ]ος ναύαρχος ἐμ πᾶσι τοῖς πολέμοις συνεστρατευσάμενός μοι καὶ π[ολλ]ὰς ἀπο-
[δείξεις κ]αὶ τῆς εὐνοίας καὶ τῆς πίστεως καὶ τῆς ἀνδρείας δεδωκώς, ὣς καθῆκο[ν ἦ]ν τοὺς
90 [συνστρατευ]σαμένους ἡμεῖν καὶ κατὰ πόλεμον ἀριστεύσαντας, κεκόσμηται φιλανθρώποις
[καὶ ἀνεισ]ορίαι καὶ πολειτείαι· τοῦτον οὖν ὑμεῖν συνίστημι· οἳ γὰρ τοιοῦτοι ἄνδρες καὶ τὴν πρὸς τὰς
[πατρίδας] εὐνοίαν προθυμοτέραν ποιοῦσιν· ὡς οὖν ἔμου πάντα δύνατα ποιήσοντος ὑμεῖν ἥδει-
ον διὰ Σέλ]ευκον, θαρροῦντες περὶ ὧν ἂν βούλησθε πρός με ἀποστέλλετε. ἔρρωσθε.
Search Help
Contact Us