[ ]
Syr., Kommagene — Sélik — 64-ca. 38 BC — w/ IGLSyr II p.381 + III p.681
See also:
1 | [— — — — — — — — — — — ὅπως] ἕκασ[τ]ος [ἐ]ν ἱ[εραῖς] |
[ἡμέραις ἀνελλιπῆ χορηγ]ίαν λαμβάνων ἀσυκοφάν[τη]- | |
[τον ἔχῃ τὴν ἑορτὴν εὐωχού]μενος, ὅπου προαιρεῖται. τοῖς τε | |
[ἐκπώμασιν, οἷς ἐγὼ καθιέρ]ωσα, διακονείσθωσαν, ἕως ἂν ἐν ἱερῷ | |
5 | [τόπῳ συνόδου κοινῆς με]ταλαμβάνωσιν. δεκάτηι δὲ ἐμμήνω[ι], |
[ὡς ὁ νόμος κελεύει], τὰς ἐπιθύσεις καὶ θυσίας ἱερεὺς ὅσ- | |
[τις ὑπ’ ἐμοῦ καθέσταται] ἐπιτελείτω, τήν τε ἐσθῆτα παρα- | |
[λαμ]βά[ν]ων Περσι[κὴν] καὶ γέρατα κατὰ νόμον τὸν αὐτὸν ἐ- | |
[ξαιρ]ούμενος, τὰ λοιπ[ὰ δὲ ἀ]πὸ τῶν ἱερῶν τοῖς παρατυγχάνου- | |
10 | [σιν δια]νέμων εἰς ἀνυπεύθ[υνο]ν εὐωχίαν. οἱ δὲ καθω[σ]ιωμένοι ὑ[π]’ |
[ἐμοῦ] ἱεροδοῦλοι καὶ τού[των παῖδες ἔ]γγονοί τε πάντες ἀ- | |
[παρ]ενόχλητοι μὲν τ[ῶν ἄλλων ἁπάντων] ἀφείσθωσαν, ταῖ[ς] | |
[δὲ θ]εραπείαις τ[ῶν λειτουργιῶν τε καὶ] τῶν συνόδων | |
[προ]σκαρτερε[ίτωσαν. μηθενὶ δὲ ὅσιον ἔ]στω, μήτε βασι- | |
15 | [λεῖ] μήτε [δυνάστηι μήτε ἱερεῖ μήτε ἄρχο]ντι, τούτους ἱερο- |
[δού]λους, ο[ὓς ἐγὼ θεοῖς τε καὶ τιμαῖς ἐμαῖς κατ]ὰ δαιμόνιον | |
[βο]ύλησιν ἀν[έθηκα, μηδὲ μὴν παῖδας ἐγγό]νους τε ἐκείνων, | |
[οἵτ]ινες ἂν [ἐν ἅπαντι χρόνωι τοῦτο γένος δ]ια[δ]έχωνται, | |
[μ]ήτε αὑτῶ[ι καταδουλώσασθαι μήτε εἰς ἕ]τερον ἀπαλλο- | |
20 | τριώσαι τρό[πωι μηδενὶ μήτε κακῶσαί τινα τ]ούτων ἢ περι- |
σπάσαι θερα[πείας ταύτης, ἀλλ’ ἐπιμελείσθ]ωσ[α]ν μὲν αὐ- | |
τῶν ἱερεῖς, [ἐπαμυνέτωσαν δὲ βασιλεῖς τ]ε καὶ ἄρχον- | |
τες ἰδιῶτα[ί τε πάντες, οἷς ἀποκείσεται πα]ρὰ θεῶν καὶ ἡ- | |
ρώων χάρις [εὐσεβείας. ὁμοίως δὲ μηδὲ κώμας, ἃς] ἐγὼ καθιέρωσα | |
25 | θεοῖς τούτο[ις, μηδενὶ ὅσιον ἔστω μήτε ἐξι]διάσασθαι μή- |
τε ἐξαλλο[τριῶσαι μήτε μεταδιατάξαι μήτ]ε βλάψαι κατὰ | |
μηδένα τρ[όπον κώμας ἐκείνας ἢ πρόσοδον, ἣν ἐγὼ κ]τῆμα θεοῖς | |
ἄσυλον ἀν[έθηκα. ὡσαύτως δὲ μηδὲ ἄλ]λην π[αρ]εύ- | |
ρεσιν εἰς ὕβ[ριν ἢ ταπείνωσιν ἢ κατάλυσιν ὧν ἀφωσίωκ]α θυσιῶν | |
30 | καὶ συνόδω[ν ἐπιμηχανήσασθαι μηδενὶ κατὰ τιμῆς] ἡμετέ- |
ρας ἀκίνδυ[νον ἔστω. τύπον δὲ εὐσεβείας, ἣν θεοῖς καὶ] προγό- | |
νοις εἰσφέρε[ιν ὅσιον, ἐγὼ παισὶν ἐκγόνοις τε ἐμοῖς ἐ]μφανῆ | |
καὶ δι’ ἑτέρω[ν πολλῶν καὶ διὰ τούτων ἐκτέθεικ]α, νομίζω | |
τε αὐτοὺς [καλὸν ὑπόδειγμα μιμήσασθαι γένους] καὶ θεῶν αὔ- | |
35 | ξοντας ἀεὶ [συγγενεῖς τιμάς, ὁμοίως τ’ ἐ]μοὶ πολλὰ |
προσθήσε[ιν ἐν ἀκμῆι χρόνων ἰδίων, εἰς κόσ]μον [ο]ἰκεῖον· οἷς | |
ταῦτα πράσ[σουσιν ἐγὼ πατρῴους πάντα]ς θεοὺς ἐκ Περσί- | |
δος τε καὶ [Μακετίδος γῆς Κομμαγηνῆς τ]ε ἑστίας εἵλεως | |
εἰς πᾶσαν χά[ριν εὔχομαι διαμένειν. ὅστ]ις τε [ἂ]ν βασιλεὺ[ς] | |
40 | ἢ δυνάστη[ς] ἐ[ν μάκρωι χρόνωι ταύτην ἀρχ]ὴν π[α]ραλάβῃ, νό- |
μον τοῦτον κα[ὶ τιμὰς ἡμετέρ]ας διαφυλάσσω[ν] καὶ παρὰ τῆς | |
[ἐμ]ῆς εὐχῆς εἵλεως δαίμονας καὶ θεοὺς πάντας ἐχέτω. δαιμο- | |
[νί]ωι δὲ γνώμηι ταύτην ἀναγραφὴν εὐσεβεία[ς] πρόφητιν ἐποιη- | |
[σά]μη[ν], ἐφ’ ἧς ἱ[ε]ρὰ γράμματα δι’ ὀλί[γ]ης φωνῆς θεσπίζει μέγαν θε- | |
45 | [ῶν] νοῦν πολίταις καὶ ξένοις, ὁμοίως βασιλε[ῦ]σιν, δυνάσταις, |
[ἐλε]υθέροις, δούλοις, πᾶσιν ὅσοι φύσεως κοινωνοῦντες ἀνθρω- | |
[πίν]ης —— ὀνόμασι {ς} γένους ἢ τύχης —— διαφέρουσιν [τ]ούτοις. |