[ ] Syr., Kommagene — Sélik — 64-ca. 38 BC — w/ IGLSyr II p.381 + III p.681
1 [— — — — — — — — — — — ὅπως] ἕκασ[τ]ος [ἐ]ν ἱ[εραῖς]
[ἡμέραις ἀνελλιπῆ χορηγ]ίαν λαμβάνων ἀσυκοφάν[τη]-
[τον ἔχῃ τὴν ἑορτὴν εὐωχού]μενος, ὅπου προαιρεῖται. τοῖς τε
[ἐκπώμασιν, οἷς ἐγὼ καθιέρ]ωσα, διακονείσθωσαν, ἕως ἂν ἐν ἱερῷ
5 [τόπῳ συνόδου κοινῆς με]ταλαμβάνωσιν. δεκάτηι δὲ ἐμμήνω[ι],
[ὡς ὁ νόμος κελεύει], τὰς ἐπιθύσεις καὶ θυσίας ἱερεὺς ὅσ-
[τις ὑπ’ ἐμοῦ καθέσταται] ἐπιτελείτω, τήν τε ἐσθῆτα παρα-
[λαμ]βά[ν]ων Περσι[κὴν] καὶ γέρατα κατὰ νόμον τὸν αὐτὸν ἐ-
[ξαιρ]ούμενος, τὰ λοιπ[ὰ δὲ ἀ]πὸ τῶν ἱερῶν τοῖς παρατυγχάνου-
10 [σιν δια]νέμων εἰς ἀνυπεύθ[υνο]ν εὐωχίαν. οἱ δὲ καθω[σ]ιωμένοι ὑ[π]
[ἐμοῦ] ἱεροδοῦλοι καὶ τού[των παῖδες ἔ]γγονοί τε πάντες ἀ-
[παρ]ενόχλητοι μὲν τ[ῶν ἄλλων ἁπάντων] ἀφείσθωσαν, ταῖ[ς]
[δὲ θ]εραπείαις τ[ῶν λειτουργιῶν τε καὶ] τῶν συνόδων
[προ]σκαρτερε[ίτωσαν. μηθενὶ δὲ ὅσιον ἔ]στω, μήτε βασι-
15 [λεῖ] μήτε [δυνάστηι μήτε ἱερεῖ μήτε ἄρχο]ντι, τούτους ἱερο-
[δού]λους, ο[ὓς ἐγὼ θεοῖς τε καὶ τιμαῖς ἐμαῖς κατ]ὰ δαιμόνιον
[βο]ύλησιν ἀν[έθηκα, μηδὲ μὴν παῖδας ἐγγό]νους τε ἐκείνων,
[οἵτ]ινες ἂν [ἐν ἅπαντι χρόνωι τοῦτο γένος δ]ια[δ]έχωνται,
[μ]ήτε αὑτῶ[ι καταδουλώσασθαι μήτε εἰς ἕ]τερον ἀπαλλο-
20 τριώσαι τρό[πωι μηδενὶ μήτε κακῶσαί τινα τ]ούτων ἢ περι-
σπάσαι θερα[πείας ταύτης, ἀλλ’ ἐπιμελείσθ]ωσ[α]ν μὲν αὐ-
τῶν ἱερεῖς, [ἐπαμυνέτωσαν δὲ βασιλεῖς τ]ε καὶ ἄρχον-
τες ἰδιῶτα[ί τε πάντες, οἷς ἀποκείσεται πα]ρὰ θεῶν καὶ ἡ-
ρώων χάρις [εὐσεβείας. ὁμοίως δὲ μηδὲ κώμας, ἃς] ἐγὼ καθιέρωσα
25 θεοῖς τούτο[ις, μηδενὶ ὅσιον ἔστω μήτε ἐξι]διάσασθαι μή-
τε ἐξαλλο[τριῶσαι μήτε μεταδιατάξαι μήτ]ε βλάψαι κατὰ
μηδένα τρ[όπον κώμας ἐκείνας ἢ πρόσοδον, ἣν ἐγὼ κ]τῆμα θεοῖς
ἄσυλον ἀν[έθηκα. ὡσαύτως δὲ μηδὲ ἄλ]λην π[αρ]εύ-
ρεσιν εἰς ὕβ[ριν ἢ ταπείνωσιν ἢ κατάλυσιν ὧν ἀφωσίωκ]α θυσιῶν
30 καὶ συνόδω[ν ἐπιμηχανήσασθαι μηδενὶ κατὰ τιμῆς] ἡμετέ-
ρας ἀκίνδυ[νον ἔστω. τύπον δὲ εὐσεβείας, ἣν θεοῖς καὶ] προγό-
νοις εἰσφέρε[ιν ὅσιον, ἐγὼ παισὶν ἐκγόνοις τε ἐμοῖς ἐ]μφανῆ
καὶ δι’ ἑτέρω[ν πολλῶν καὶ διὰ τούτων ἐκτέθεικ]α, νομίζω
τε αὐτοὺς [καλὸν ὑπόδειγμα μιμήσασθαι γένους] καὶ θεῶν αὔ-
35 ξοντας ἀεὶ [συγγενεῖς τιμάς, ὁμοίως τ’ ἐ]μοὶ πολλὰ
προσθήσε[ιν ἐν ἀκμῆι χρόνων ἰδίων, εἰς κόσ]μον [ο]ἰκεῖον· οἷς
ταῦτα πράσ[σουσιν ἐγὼ πατρῴους πάντα]ς θεοὺς ἐκ Περσί-
δος τε καὶ [Μακετίδος γῆς Κομμαγηνῆς τ]ε ἑστίας εἵλεως
εἰς πᾶσαν χά[ριν εὔχομαι διαμένειν. ὅστ]ις τε [ἂ]ν βασιλεὺ[ς]
40 ἢ δυνάστη[ς][ν μάκρωι χρόνωι ταύτην ἀρχ]ὴν π[α]ραλάβῃ, νό-
μον τοῦτον κα[ὶ τιμὰς ἡμετέρ]ας διαφυλάσσω[ν] καὶ παρὰ τῆς
[ἐμ]ῆς εὐχῆς εἵλεως δαίμονας καὶ θεοὺς πάντας ἐχέτω. δαιμο-
[νί]ωι δὲ γνώμηι ταύτην ἀναγραφὴν εὐσεβεία[ς] πρόφητιν ἐποιη-
[σά]μη[ν], ἐφ’ ἧς ἱ[ε]ρὰ γράμματα δι’ ὀλί[γ]ης φωνῆς θεσπίζει μέγαν θε-
45 [ῶν] νοῦν πολίταις καὶ ξένοις, ὁμοίως βασιλε[ῦ]σιν, δυνάσταις,
[ἐλε]υθέροις, δούλοις, πᾶσιν ὅσοι φύσεως κοινωνοῦντες ἀνθρω-
[πίν]ης —— ὀνόμασι {ς} γένους ἢ τύχης —— διαφέρουσιν [τ]ούτοις.
Search Help
Contact Us