[ ]
Syr., Kommagene — Kara Kouš — ca. 31-20 BC
1 | τὸ μὲν ἱεροθέσιον Ἰσιάδος |
τόδε, ἣν βασιλεὺς μέγας | |
Μιθραδάθης {²⁶Μιθραδάτης}²⁶, μητέρα οὖσαν | |
ἰδίαν, ἐ[π]ε[ὶ τ]οῖς ἄλλοις, ὡς | |
5 | καλόν, ἀν[υπερ]βά[τ]οι[ς] ὁ[μοῦ] |
πᾶσιν ἐκόσμησεν, τελευ- | |
ταίας ταύτης τιμῆς ἠξίω- | |
σεν. [ἡ κόρ]η [δὲ Ἀ]ντ[ι]οχ[ὶ]ς | |
ἐν τῶιδε κεῖτ[αι], ὁμομη- | |
10 | τρία βασιλέως ἀδ[ε]λφή, |
καλλίστη γυναικῶν, ἧς | |
βραχὺς μὲν ὁ βίος, μακραὶ δὲ | |
ἐπὶ τῶι μακρῶι [τ]ιμαὶ χρόνωι. ἀμ- | |
φότ[ερα]ι δὲ ὡς ὁρᾷς αἵδε ἐφεσ- | |
15 | τᾶσιν, καὶ μετὰ τούτων θυγατρι- |
δῆ, παῖς Ἀντιοχίδος θυγά- | |
τηρ Ἄκ[α, β]ίου τοῦ μετ’ ἀλλ[ή]- | |
λων καὶ τῆς βασιλέως τιμῆς | |
ὑπόμνημα. |