[ ] Syr., Kommagene — Nemrud Dağ — shortly bef. 31 BC
[βασιλεὺς μέ]γας Ἀντίοχος θεὸς
Δίκαιος [Ἐπιφ]αν[ὴς] Φιλορώμαιος καὶ
Φιλέ[λλ]ην, ὁ ἐκ βασιλέως Μιθραδά-
του Καλλινίκου καὶ βασιλίσσης Λαο-
δ[ίκ]ης θεᾶς Φιλαδέλφου τῆς ἐκ βασι-
λέω[ς] Ἀντιόχου Ἐπιφανοῦς Φιλο-
μήτορος Καλλινίκου ἐπὶ καθω-
σιωμένων βάσεων ἀσύλοις
γράμμασιν ἔργα χάριτος ἰδίας εἰς
χρόνον ἀνέγραψεν αἰώνιον.
  ἐγὼ πάντων ἀγαθῶν οὐ μόνον κτῆ-
σιν βεβαιοτάτην, ἀλλὰ καὶ ἀπόλαυ-
σιν ἡδίστην ἀνθρώποις ἐνόμισα τὴν
εὐσέβειαν, τὴν αὐτήν τε κρίσιν καὶ
δυνάμεως εὐτυχοῦς καὶ χρήσε-
ως μακαριστῆς αἰτίαν ἔσχον, παρ’ ὅ-
λον τε τὸν βίον ὤφθην ἅπασι βασιλείας
ἐμῆς καὶ φύλακα πιστοτάτην καὶ
τέρψιν ἀμίμητον ἡγούμενος τὴν ὁσιότη-
τα. δι’ ἃ καὶ κινδύνους μεγάλους παραδό-
ξως διέφυγον καὶ πράξεων δυσελπίστων
εὐμηχάνως ἐπεκράτησα καὶ βίου πολυ-
ετοῦς μακαριστῶς ἐπληρώθην.
  ἐγὼ πατρώιαν [ἀ]ρχὴν [π]αρ[αλ]α[β]ὼν
βασιλείαν [μ]ὲν ἐμο[ῖ]ς ὑπήκοον θρό-
νοις κοινὴν θεῶν ἁπάντων εὐσεβείαι
γνώμης ἐμῆς δίαιταν ἀπέδειξα, μορ-
φῆς μὲν ἰκόνας {²⁶εἰκόνας}²⁶ παντοίαι τέχνηι, κα-
θ’ ἃ παλαιὸς λόγος Περσῶν τε καὶ
Ἑλλήνων —— ἐμοῦ γένους εὐτυχεσ-
τάτη ῥίζα —— παραδέδωκε, κοσμήσας
θυσίαις δὲ καὶ πανηγύρεσιν, ὡς ἀρ-
χαῖός τε νόμος καὶ κοινὸν ἀνθρώ-
πων ἔθος· ἔτι δὲ ἐμὴ δικαία φροντὶς
προσεξεῦρε τιμὰς ἐπιφανῶς γερα-
ράς. ἐπεὶ δὲ ἱεροθεσίου τοῦδε κρη-
πεῖδα ἀπόρθητον χρόνου λύμαις
οὐρανίων ἄγχιστα θρόνων κατασ-
τήσασθαι προενοήθην, ἐν ὧι μα-
καριστὸν ἄχρι [γ]ήρως ὑπάρξαν σῶμα
μορφῆς ἐμῆς πρὸς οὐρανίους Διὸς
Ὠρομάσδου θρόνους θεοφιλῆ ψυχὴν
προπέμψαν εἰς τὸν ἄπειρον αἰῶνα κοι-
μήσεται· τότε δὴ καὶ τόνδε χῶρον
ἱερὸν ἁπάντων κοινὸν ἀναδεῖξαι
θεῶν ἐνθρόνισμα προειλάμην, ὅπως
μὴ μόνον ἐμῶν προγόνων οὗτος ὃν ὁρᾷς
ἡρῷ<ο>ς λόχος ἐμαῖς ἐπιμελείαις ὑπάρ-
χῃ καθιδρυμένος, ἀλλὰ καὶ
δαιμόνων ἐπιφανῶν θεῖος τύπος ἐν
ἁγίωι λόφωι καθοσιωθεὶς μηδὲ τόν-
δε τὸν τόπον ὀρφανὸν ἐ-
μῆς εὐσεβείας ἔχῃ μ[ά]ρτυρα. διόπερ
ὡς ὁρᾷς Διός τε Ὠρομάσδου καὶ Ἀπόλ-
λωνος Μίθρου Ἡλίου Ἑρμοῦ καὶ Ἀρτά-
γνου Ἡρακλέους Ἄρεως ἐμῆς τε πα-
τρίδος παντρόφου Κομμαγηνῆς θεοπρε-
πῆ ταῦτα ἀγάλματα καθιδρυσάμην.
ἀπό τε λιθείας μιᾶς δαίμοσιν ἐπηκόοις
σύνθρονον χαρακτῆρα μορφῆς ἐμῆς
συνανέθηκα καὶ τύχης νέας ἡλικιῶ-
τιν ἀρχαίαν θεῶν μεγάλων τιμὴν ἐποι-
ησάμην, μίμημα δίκαιον φυλάσ-
σων ἀθανάτου φροντίδος, ἣ πολλά-
κις ἐμοὶ παραστάτις ἐπιφανὴς εἰς βοή-
θειαν ἀγώνων βασιλικῶν εὐμενὴς
ἑωρᾶτο. χώραν τε ἱκανὴν καὶ προ-
σόδους ἐξ αὐτῆς ἀκινήτους εἰς θυσι-
ῶν πολυτέλειαν ἀπένειμα,
θεραπείαν τε ἀνέγλειπτον καὶ
ἱερεῖς ἐπιλέξας σὺν πρεπούσαις
ἐσθῆσι Περσικῶι γένει κατέστησα,
κόσμον τε καὶ λιτουργίαν πᾶσαν
ἀξίως τύχης ἐμῆς καὶ δαιμόνων
ὑπεροχῆς ἀνέθηκα. περὶ δὲ ἱερουρ-
γιῶν ἀϊδίων διάταξιν πρέπουσαν
ἐποιησάμην, ὅπως σὺν αἷς ἀρχαῖος
καὶ κοινὸς νόμος ἔταξεν
θυσίαις καὶ νέας ἑορτὰς εἴς τε
θεῶν σεβασμὸν καὶ ἡμετέρας τι-
μὰς ἅπαντες οἱ κατ’ ἐμὴν βασιλεί-
αν ἐπιτελῶσιν. σώματος μὲγ γὰρ
ἐμοῦ γενέθλιον Αὐδναίου ἑκκαιδε-
κάτην, διαδήματος δὲ Λῴου δεκά-
την ἀφιέρωσα μεγάλων δαιμόνων ἐπι-
φανείαις, αἵτινες ἐμοὶ καθηγεμόνες
εὐτυχοῦς ἀρχῆς καὶ βασιλείαι πάσηι
κοινῶν ἀγαθῶν αἰτίαι κατέστησαν.
χάριν τε θυ[σιῶν] πλή-
θους καὶ μεγέθους,
εὐωχίας δύο προσκαθωσίωσα ἡμέρας,
ἑκατέραν τούτων ἐνιαύσιον
ἑορτήν. βασιλείας δὲ πλῆθος
εἰς συναγωγὰς καὶ πανηγύρεις
καὶ θυσίας ταύτας διελὼν κατὰ
κώμας καὶ πόλεις τοῖς ἔγγιστα
τεμένεσιν ὡς ἥρμοζεν ἑκάστοις
κατὰ γιτνίαν ἐνεορτάζειν ὥρι-
σα. τοῦ δὲ λοιποῦ χρόνου κατὰ
μῆνα μία[ν] ὁμώνυμον τ[α]ῖς εἰρημέ-
ναις —— ὑπὲρ μὲν γενέσεως ἐμῆς τὴν
ἑκκαιδεκάτην, ὑπὲρ δὲ ἀναλήψεως
διαδήματος τὴν δεκάτην —— ἀεὶ διὰ
τῶν ἱερέων γεραίρεσθαι παρήγγει-
λα. διαμονῆς δὲ τούτων ἕνεκεν,
ἣν ἐμ φρονίμοις ἀνδράσι εὐσεβὲς
ἀεὶ τηρεῖν, οὐ μόνον εἰς τιμὴν ἡμετέραν
ἀλλὰ καὶ μακαριστὰς ἐλπίδας ἰδίας ἑ-
κάστου τύχης ἐγὼ καθοσιώσας, ἐν στή-
λ[α]ις ἀσύλοις ἐχάραξα γνώμηι θεῶν
ἱερὸν νόμον, ὃν θέμις ἀνθρώπων
γενεαῖς ἁπάντων, οὓς ἂν χρόνος
ἄπειρος εἰς διαδοχὴν
χώρας ταύτης ἰδίαι βίου μοίραι καταστή-
σῃ, τηρεῖν ἄσυλον, εἰδότας ὡς χαλεπὴ νέ-
μεσις βασιλικῶν δαιμόνων τιμωρὸς ὁμοί-
ως ἀμελίας τε καὶ ὕβρεως ἀσέβειαν διώκει,
καθωσιωμένων τε ἡρώων ἀτειμασθεὶς νόμος
ἀνειλάτους ἔχει ποινάς. τὸ μὲν γὰρ ὅσιον ἅπαν
κοῦφον ἔργον, τῆς δὲ ἀσεβείας ὀπισθοβαρεῖς
ἀνάγκαι. νόμον δὲ τοῦτον φωνὴ μὲν ἐξήγγειλεν
ἐμή, νοῦς δὲ θεῶν ἐκύρωσεν.
                 νόμος.
ἱερεὺς ὅστις ὑπ’ ἐμοῦ καθέσταται θεῶν
ἡρώων τε τούτων, οὓς περὶ κορυφὴν Ταυρεί-
ων αὐχένων ἱερωθεσίωι σώματος ἐμοῦ καθει-
δρυσάμην, ὅστις τε ἂν ὑστέρωι χρόνωι τάξιν
λάβῃ ταύτην, ἐκεῖνος ἠλευθερωμένος ἄλλης
χρείας ἁπάσης ἀνεμπόδιστος ἀπροφάσιστός
τε ἱεροθεσίωι τούτωι προσκαρτερείτω προνο-
ούμενος θεραπείας τε καὶ κόσμου πρέποντος
ἱερῶν ἀγαλμάτων. ἐν δὲ γενεθλίοις ἡμέραις,
ἃς ἐμμήνους ἐνιαυσίους τε [ἄγ]ειν,
θεῶν τε κἀμοῦ κατὰ πᾶν ἔτος ἀεὶ δια-
τέταχα, κόσμον Περσικῆς ἐσθῆτος ἀ[ν]αλαμ-
βάνων, ὃν καὶ [χ]άρις ἐμὴ καὶ πάτριος νό-
μος ἡμετέρου γένους αὐτῶι περιέθηκε,
στεφανούτω πάντας τοῖς χρυσοῖς στεφά-
νοις, οὓς ἐγὼ καθιέρωσα δαιμόνων εὐσεβέσι
τιμαῖς, προσόδους τε λαμβάνων ἀπὸ κωμῶν,
ὧν ἐγὼ καθωσίωσα φύσεως ἡρωϊκῆς χάρισιν
ἱεραῖς, ἐπιθύσεις ἀφειδεῖς λιβανωτοῦ καὶ
ἀρωμάτων ἐν βωμοῖς τούτοις ποιείσθω
θυσίας τε πολυτελεῖς εἰς τιμὰς θεῶν
τε καὶ ἡμετέρας ἀξίως ἐπιτελείτω.
[τρ]απέζας μὲν ἱερᾶς πρεπούσης θοίνης γε-
μί[ζ]ων, κρατῆρας δὲ ὑποληνίους ἀφθόνου
κράματος πληρῶν δεχόμενός τε σὺν
θεραπείαι πᾶν τὸ παρατυγχάνον πλῆθος
ἐπιχώριον καὶ παρεπίδημον κοινὴν ἀπόλαυσιν
ἑορτῆς παρεχέτω συναγωγαῖς ὄχλων, αὐτὸς
μὲν ὡς ἔθος ἱερω{ο}σύνης {²⁶ἱερωσύνης}²⁶ τιμῆι γέρας ἐξαιρού-
μενος,
τοῖς δὲ λοιποῖς χάριν ἐμὴν εἰς ἐλευθέ-
ραν ἡδονὴν διανέμων, ὅπως ἕκαστος ἐν
ἱεραῖς ἡμέραις ἀνελλιπῆι {²⁶ἀνελλιπεῖ}²⁶ χορηγίαν λαμβά-
νων ἀσυκοφάντητον ἔχῃ τὴν ἑορτὴν εὐ-
ωχούμενος ὅπου προαιρεῖται. τοῖς δὲ ἐκπώ-
μασιν οἷς ἐγὼ καθειέρωσα διακονείσ-
θωσαν, ἕως ἂν ἐν ἱερῶι τόπωι συνόδου
κοινῆς μεταλαμβάνωσιν. ὅσον τε πλῆ-
θος εἰς τοῦτο καθειέρωσα μουσικῶν,
καὶ ὅσον ἂν ὕστερον καθοσιωθῇ, υἱοί τε τού-
των καὶ θυγατέρες ἔκγονοί τε αὐτῶν
ἅπαντες διδασκόμενοι τὰς αὐτὰς τέ-
χνας ἀπαρενόχλητοι μὲν τῶν ἄλλων
ἁπάντων ἀφείσθωσαν, ταῖς δὲ διατετα-
γμέναις ὑπ’ ἐμοῦ συνόδοις ἐνταῦθα προσ-
καρτερείτωσαν ἀπροφασίστως τε τὰς
λειτουργίας, ἐφ’ ὅσον ἂν βούληται χρόνον ἡ
σύνοδος, ποιείσθωσαν. μηθενὶ δὲ ὅσιον
ἔστω μήτε βασιλεῖ μήτε δυνάστει μή-
τε ἱερεῖ μήτε ἄρχοντι τού-
τους ἱεροδούλους, οὓς ἐγὼ θε-
οῖς τε καὶ τιμαῖς ἐμαῖς κατὰ δαιμό-
νιον βούλη-
σιν ἀνέθηκα,
μηδὲ μὴν παῖδας ἐκγόνους
τε ἐκείνων, οἵ[τι]νες ἂν ἐν
ἅπαντι χρόνωι τοῦ-
το γένος διαδέχωνται,
μήτε αὑτῶι καταδουλώσασθαι
μήτε εἰς ἕτερον ἀπαλλοτριῶσαι
τρόπωι μηδενὶ μήτε κακῶσαί
τινα τούτων ἢ περισπάσαι λειτουρ-
γίας ταύτης, ἀλλ’ ἐπιμελείσθωσαν
μὲν αὐτῶν ἱερεῖς, ἐπαμυνέτωσαν
δὲ βασιλεῖς τε καὶ ἄρχοντες
ἰδιῶταί τε πά[ν]τες· ο[ἷς] ἀποκείσε-
ται παρὰ θεῶν καὶ ἡρώων χάρις
εὐσεβείας. ὁμοίως δὲ
μηδὲ κώμας, ἃς ἐγὼ καθειέρωσα
δαίμοσιν τούτοις, μηδενὶ
ὅσιον ἔστω μήτε ἐξιδιά-
σασθαι μήτε ἐξαλλοτριῶσαι
μήτε μεταδιατάξαι μήτε
βλάψαι κατὰ μηδένα τρόπον κώ-
μας ἐκείνας
ἢ πρόσοδον, ἣν ἐγὼ κτῆμα δαιμόνων
ἄσυλον ἀνέθηκα. ὡσαύτως δὲ μηδὲ
ἄλλην παρεύρεσιν εἰς ὕβριν ἢ ταπείνω-
σιν ἢ κατάλυσιν ὧν ἀφωσίωκα
θυσιῶν καὶ συνόδων ἐπιμηχανή-
σασθαι μηδενὶ κατὰ τιμῆς ἡμετέρας
ἀκίνδυνον ἔστω. ὅστις δ’ ἂν διατά-
ξεως ταύτης δύναμιν ἱερὰν ἢ τιμὴν
ἡρωϊκήν, ἣν ἀθάνατος κρίσις ἐκύρωσεν,
καταλύειν ἢ βλάπτειν ἢ σοφίζεσ-
θαι δίκαιον νοῦν ἐπιβάληται, τούτωι
δαιμόνων ὀργὴ καὶ θεῶν ἁπάντων αὐ-
τῶι καὶ γένει πρὸς ἅπασαν τιμωρίαν
ἀνείλατος ἔστω. τύπον δὲ εὐ-
σεβείας, ἣν θεοῖς καὶ προγόνοις
εἰσφέρειν ὅσιον, ἐγὼ παισὶν
ἐκγόνοις τε ἐμοῖς ἐμφανῆι {²⁶ἐμφανεῖ}²⁶
καὶ δι’ ἑτέρων πολλῶν καὶ
διὰ τούτων ἐκτέθεικα, νομί-
ζω τε αὐτοὺς καλὸν ὑπόδειγμα
μιμήσασθαι γένους αὔξον-
τας ἀεὶ συγγενεῖς τιμὰς ὁμοί-
ως τ’ ἐμοὶ πολλὰ προσθήσειν
ἐν ἀκμῆι χρόνων ἰδίων εἰς
κόσμον οἰκεῖον· οἷς ταῦτα πράσ-
σουσιν ἐγὼ πατρῴους ἅπαντας θε-
οὺς ἐκ Περσίδος τε καὶ Μακετίδος
γῆς Κομμαγηνῆς τε ἑστίας εἵλε-
ως εἰς πᾶσαν χάριν εὔχομαι δια-
μένειν. ὅστις τε ἂν βασιλεὺς ἢ
δυνάστης ἐν μάκρωι χρόνωι ταύτην
ἀρχὴν παραλάβῃ, νόμον τοῦτον
καὶ τιμὰς ἡμετέρας δια-
φυλάσσων καὶ παρὰ τῆς ἐμῆς
εὐχῆς ἵλεως δαίμονας καὶ θεοὺς
πάντας ἐχέτω· παρανόμωι δὲ
γνώμηι κατὰ δαιμόνων τιμῆς καὶ
χωρὶς ἡμετέρας ἀρᾶς παρὰ
θεῶν ἐχθρὰ πάντα.
Search Help
Contact Us