[ ]
Syr., Kommagene — Nemrud Dağ — shortly bef. 31 BC
| [βασιλεὺς μέ]γας Ἀντίοχος θεὸς | |
| Δίκαιος [Ἐπιφ]αν[ὴς] Φιλορώμαιος καὶ | |
| Φιλέ[λλ]ην, ὁ ἐκ βασιλέως Μιθραδά- | |
| του Καλλινίκου καὶ βασιλίσσης Λαο- | |
| δ[ίκ]ης θεᾶς Φιλαδέλφου τῆς ἐκ βασι- | |
| λέω[ς] Ἀντιόχου Ἐπιφανοῦς Φιλο- | |
| μήτορος Καλλινίκου ἐπὶ καθω- | |
| σιωμένων βάσεων ἀσύλοις | |
| γράμμασιν ἔργα χάριτος ἰδίας εἰς | |
| χρόνον ἀνέγραψεν αἰώνιον. | |
| ἐγὼ πάντων ἀγαθῶν οὐ μόνον κτῆ- | |
| σιν βεβαιοτάτην, ἀλλὰ καὶ ἀπόλαυ- | |
| σιν ἡδίστην ἀνθρώποις ἐνόμισα τὴν | |
| εὐσέβειαν, τὴν αὐτήν τε κρίσιν καὶ | |
| δυνάμεως εὐτυχοῦς καὶ χρήσε- | |
| ως μακαριστῆς αἰτίαν ἔσχον, παρ’ ὅ- | |
| λον τε τὸν βίον ὤφθην ἅπασι βασιλείας | |
| ἐμῆς καὶ φύλακα πιστοτάτην καὶ | |
| τέρψιν ἀμίμητον ἡγούμενος τὴν ὁσιότη- | |
| τα. δι’ ἃ καὶ κινδύνους μεγάλους παραδό- | |
| ξως διέφυγον καὶ πράξεων δυσελπίστων | |
| εὐμηχάνως ἐπεκράτησα καὶ βίου πολυ- | |
| ετοῦς μακαριστῶς ἐπληρώθην. | |
| ἐγὼ πατρώιαν [ἀ]ρχὴν [π]αρ[αλ]α[β]ὼν | |
| βασιλείαν [μ]ὲν ἐμο[ῖ]ς ὑπήκοον θρό- | |
| νοις κοινὴν θεῶν ἁπάντων εὐσεβείαι | |
| γνώμης ἐμῆς δίαιταν ἀπέδειξα, μορ- | |
| φῆς μὲν ἰκόνας {²⁶εἰκόνας}²⁶ παντοίαι τέχνηι, κα- | |
| θ’ ἃ παλαιὸς λόγος Περσῶν τε καὶ | |
| Ἑλλήνων —— ἐμοῦ γένους εὐτυχεσ- | |
| τάτη ῥίζα —— παραδέδωκε, κοσμήσας | |
| θυσίαις δὲ καὶ πανηγύρεσιν, ὡς ἀρ- | |
| χαῖός τε νόμος καὶ κοινὸν ἀνθρώ- | |
| πων ἔθος· ἔτι δὲ ἐμὴ δικαία φροντὶς | |
| προσεξεῦρε τιμὰς ἐπιφανῶς γερα- | |
| ράς. ἐπεὶ δὲ ἱεροθεσίου τοῦδε κρη- | |
| πεῖδα ἀπόρθητον χρόνου λύμαις | |
| οὐρανίων ἄγχιστα θρόνων κατασ- | |
| τήσασθαι προενοήθην, ἐν ὧι μα- | |
| καριστὸν ἄχρι [γ]ήρως ὑπάρξαν σῶμα | |
| μορφῆς ἐμῆς πρὸς οὐρανίους Διὸς | |
| Ὠρομάσδου θρόνους θεοφιλῆ ψυχὴν | |
| προπέμψαν εἰς τὸν ἄπειρον αἰῶνα κοι- | |
| μήσεται· τότε δὴ καὶ τόνδε χῶρον | |
| ἱερὸν ἁπάντων κοινὸν ἀναδεῖξαι | |
| θεῶν ἐνθρόνισμα προειλάμην, ὅπως | |
| μὴ μόνον ἐμῶν προγόνων οὗτος ὃν ὁρᾷς | |
| ἡρῷ<ο>ς λόχος ἐμαῖς ἐπιμελείαις ὑπάρ- | |
| χῃ καθιδρυμένος, ἀλλὰ καὶ | |
| δαιμόνων ἐπιφανῶν θεῖος τύπος ἐν | |
| ἁγίωι λόφωι καθοσιωθεὶς μηδὲ τόν- | |
| δε τὸν τόπον ὀρφανὸν ἐ- | |
| μῆς εὐσεβείας ἔχῃ μ[ά]ρτυρα. διόπερ | |
| ὡς ὁρᾷς Διός τε Ὠρομάσδου καὶ Ἀπόλ- | |
| λωνος Μίθρου Ἡλίου Ἑρμοῦ καὶ Ἀρτά- | |
| γνου Ἡρακλέους Ἄρεως ἐμῆς τε πα- | |
| τρίδος παντρόφου Κομμαγηνῆς θεοπρε- | |
| πῆ ταῦτα ἀγάλματα καθιδρυσάμην. | |
| ἀπό τε λιθείας μιᾶς δαίμοσιν ἐπηκόοις | |
| σύνθρονον χαρακτῆρα μορφῆς ἐμῆς | |
| συνανέθηκα καὶ τύχης νέας ἡλικιῶ- | |
| τιν ἀρχαίαν θεῶν μεγάλων τιμὴν ἐποι- | |
| ησάμην, μίμημα δίκαιον φυλάσ- | |
| σων ἀθανάτου φροντίδος, ἣ πολλά- | |
| κις ἐμοὶ παραστάτις ἐπιφανὴς εἰς βοή- | |
| θειαν ἀγώνων βασιλικῶν εὐμενὴς | |
| ἑωρᾶτο. χώραν τε ἱκανὴν καὶ προ- | |
| σόδους ἐξ αὐτῆς ἀκινήτους εἰς θυσι- | |
| ῶν πολυτέλειαν ἀπένειμα, | |
| θεραπείαν τε ἀνέγλειπτον καὶ | |
| ἱερεῖς ἐπιλέξας σὺν πρεπούσαις | |
| ἐσθῆσι Περσικῶι γένει κατέστησα, | |
| κόσμον τε καὶ λιτουργίαν πᾶσαν | |
| ἀξίως τύχης ἐμῆς καὶ δαιμόνων | |
| ὑπεροχῆς ἀνέθηκα. περὶ δὲ ἱερουρ- | |
| γιῶν ἀϊδίων διάταξιν πρέπουσαν | |
| ἐποιησάμην, ὅπως σὺν αἷς ἀρχαῖος | |
| καὶ κοινὸς νόμος ἔταξεν | |
| θυσίαις καὶ νέας ἑορτὰς εἴς τε | |
| θεῶν σεβασμὸν καὶ ἡμετέρας τι- | |
| μὰς ἅπαντες οἱ κατ’ ἐμὴν βασιλεί- | |
| αν ἐπιτελῶσιν. σώματος μὲγ γὰρ | |
| ἐμοῦ γενέθλιον Αὐδναίου ἑκκαιδε- | |
| κάτην, διαδήματος δὲ Λῴου δεκά- | |
| την ἀφιέρωσα μεγάλων δαιμόνων ἐπι- | |
| φανείαις, αἵτινες ἐμοὶ καθηγεμόνες | |
| εὐτυχοῦς ἀρχῆς καὶ βασιλείαι πάσηι | |
| κοινῶν ἀγαθῶν αἰτίαι κατέστησαν. | |
| χάριν τε θυ[σιῶν] πλή- | |
| θους καὶ μεγέθους, | |
| εὐωχίας δύο προσκαθωσίωσα ἡμέρας, | |
| ἑκατέραν τούτων ἐνιαύσιον | |
| ἑορτήν. βασιλείας δὲ πλῆθος | |
| εἰς συναγωγὰς καὶ πανηγύρεις | |
| καὶ θυσίας ταύτας διελὼν κατὰ | |
| κώμας καὶ πόλεις τοῖς ἔγγιστα | |
| τεμένεσιν ὡς ἥρμοζεν ἑκάστοις | |
| κατὰ γιτνίαν ἐνεορτάζειν ὥρι- | |
| σα. τοῦ δὲ λοιποῦ χρόνου κατὰ | |
| μῆνα μία[ν] ὁμώνυμον τ[α]ῖς εἰρημέ- | |
| ναις —— ὑπὲρ μὲν γενέσεως ἐμῆς τὴν | |
| ἑκκαιδεκάτην, ὑπὲρ δὲ ἀναλήψεως | |
| διαδήματος τὴν δεκάτην —— ἀεὶ διὰ | |
| τῶν ἱερέων γεραίρεσθαι παρήγγει- | |
| λα. διαμονῆς δὲ τούτων ἕνεκεν, | |
| ἣν ἐμ φρονίμοις ἀνδράσι εὐσεβὲς | |
| ἀεὶ τηρεῖν, οὐ μόνον εἰς τιμὴν ἡμετέραν | |
| ἀλλὰ καὶ μακαριστὰς ἐλπίδας ἰδίας ἑ- | |
| κάστου τύχης ἐγὼ καθοσιώσας, ἐν στή- | |
| λ[α]ις ἀσύλοις ἐχάραξα γνώμηι θεῶν | |
| ἱερὸν νόμον, ὃν θέμις ἀνθρώπων | |
| γενεαῖς ἁπάντων, οὓς ἂν χρόνος | |
| ἄπειρος εἰς διαδοχὴν | |
| χώρας ταύτης ἰδίαι βίου μοίραι καταστή- | |
| σῃ, τηρεῖν ἄσυλον, εἰδότας ὡς χαλεπὴ νέ- | |
| μεσις βασιλικῶν δαιμόνων τιμωρὸς ὁμοί- | |
| ως ἀμελίας τε καὶ ὕβρεως ἀσέβειαν διώκει, | |
| καθωσιωμένων τε ἡρώων ἀτειμασθεὶς νόμος | |
| ἀνειλάτους ἔχει ποινάς. τὸ μὲν γὰρ ὅσιον ἅπαν | |
| κοῦφον ἔργον, τῆς δὲ ἀσεβείας ὀπισθοβαρεῖς | |
| ἀνάγκαι. νόμον δὲ τοῦτον φωνὴ μὲν ἐξήγγειλεν | |
| ἐμή, νοῦς δὲ θεῶν ἐκύρωσεν. | |
| νόμος. | |
| ἱερεὺς ὅστις ὑπ’ ἐμοῦ καθέσταται θεῶν | |
| ἡρώων τε τούτων, οὓς περὶ κορυφὴν Ταυρεί- | |
| ων αὐχένων ἱερωθεσίωι σώματος ἐμοῦ καθει- | |
| δρυσάμην, ὅστις τε ἂν ὑστέρωι χρόνωι τάξιν | |
| λάβῃ ταύτην, ἐκεῖνος ἠλευθερωμένος ἄλλης | |
| χρείας ἁπάσης ἀνεμπόδιστος ἀπροφάσιστός | |
| τε ἱεροθεσίωι τούτωι προσκαρτερείτω προνο- | |
| ούμενος θεραπείας τε καὶ κόσμου πρέποντος | |
| ἱερῶν ἀγαλμάτων. ἐν δὲ γενεθλίοις ἡμέραις, | |
| ἃς ἐμμήνους ἐνιαυσίους τε [ἄγ]ειν, | |
| θεῶν τε κἀμοῦ κατὰ πᾶν ἔτος ἀεὶ δια- | |
| τέταχα, κόσμον Περσικῆς ἐσθῆτος ἀ[ν]αλαμ- | |
| βάνων, ὃν καὶ [χ]άρις ἐμὴ καὶ πάτριος νό- | |
| μος ἡμετέρου γένους αὐτῶι περιέθηκε, | |
| στεφανούτω πάντας τοῖς χρυσοῖς στεφά- | |
| νοις, οὓς ἐγὼ καθιέρωσα δαιμόνων εὐσεβέσι | |
| τιμαῖς, προσόδους τε λαμβάνων ἀπὸ κωμῶν, | |
| ὧν ἐγὼ καθωσίωσα φύσεως ἡρωϊκῆς χάρισιν | |
| ἱεραῖς, ἐπιθύσεις ἀφειδεῖς λιβανωτοῦ καὶ | |
| ἀρωμάτων ἐν βωμοῖς τούτοις ποιείσθω | |
| θυσίας τε πολυτελεῖς εἰς τιμὰς θεῶν | |
| τε καὶ ἡμετέρας ἀξίως ἐπιτελείτω. | |
| [τρ]απέζας μὲν ἱερᾶς πρεπούσης θοίνης γε- | |
| μί[ζ]ων, κρατῆρας δὲ ὑποληνίους ἀφθόνου | |
| κράματος πληρῶν δεχόμενός τε σὺν | |
| θεραπείαι πᾶν τὸ παρατυγχάνον πλῆθος | |
| ἐπιχώριον καὶ παρεπίδημον κοινὴν ἀπόλαυσιν | |
| ἑορτῆς παρεχέτω συναγωγαῖς ὄχλων, αὐτὸς | |
| μὲν ὡς ἔθος ἱερω{ο}σύνης {²⁶ἱερωσύνης}²⁶ τιμῆι γέρας ἐξαιρού- | |
| μενος, | |
| τοῖς δὲ λοιποῖς χάριν ἐμὴν εἰς ἐλευθέ- | |
| ραν ἡδονὴν διανέμων, ὅπως ἕκαστος ἐν | |
| ἱεραῖς ἡμέραις ἀνελλιπῆι {²⁶ἀνελλιπεῖ}²⁶ χορηγίαν λαμβά- | |
| νων ἀσυκοφάντητον ἔχῃ τὴν ἑορτὴν εὐ- | |
| ωχούμενος ὅπου προαιρεῖται. τοῖς δὲ ἐκπώ- | |
| μασιν οἷς ἐγὼ καθειέρωσα διακονείσ- | |
| θωσαν, ἕως ἂν ἐν ἱερῶι τόπωι συνόδου | |
| κοινῆς μεταλαμβάνωσιν. ὅσον τε πλῆ- | |
| θος εἰς τοῦτο καθειέρωσα μουσικῶν, | |
| καὶ ὅσον ἂν ὕστερον καθοσιωθῇ, υἱοί τε τού- | |
| των καὶ θυγατέρες ἔκγονοί τε αὐτῶν | |
| ἅπαντες διδασκόμενοι τὰς αὐτὰς τέ- | |
| χνας ἀπαρενόχλητοι μὲν τῶν ἄλλων | |
| ἁπάντων ἀφείσθωσαν, ταῖς δὲ διατετα- | |
| γμέναις ὑπ’ ἐμοῦ συνόδοις ἐνταῦθα προσ- | |
| καρτερείτωσαν ἀπροφασίστως τε τὰς | |
| λειτουργίας, ἐφ’ ὅσον ἂν βούληται χρόνον ἡ | |
| σύνοδος, ποιείσθωσαν. μηθενὶ δὲ ὅσιον | |
| ἔστω μήτε βασιλεῖ μήτε δυνάστει μή- | |
| τε ἱερεῖ μήτε ἄρχοντι τού- | |
| τους ἱεροδούλους, οὓς ἐγὼ θε- | |
| οῖς τε καὶ τιμαῖς ἐμαῖς κατὰ δαιμό- | |
| νιον βούλη- | |
| σιν ἀνέθηκα, | |
| μηδὲ μὴν παῖδας ἐκγόνους | |
| τε ἐκείνων, οἵ[τι]νες ἂν ἐν | |
| ἅπαντι χρόνωι τοῦ- | |
| το γένος διαδέχωνται, | |
| μήτε αὑτῶι καταδουλώσασθαι | |
| μήτε εἰς ἕτερον ἀπαλλοτριῶσαι | |
| τρόπωι μηδενὶ μήτε κακῶσαί | |
| τινα τούτων ἢ περισπάσαι λειτουρ- | |
| γίας ταύτης, ἀλλ’ ἐπιμελείσθωσαν | |
| μὲν αὐτῶν ἱερεῖς, ἐπαμυνέτωσαν | |
| δὲ βασιλεῖς τε καὶ ἄρχοντες | |
| ἰδιῶταί τε πά[ν]τες· ο[ἷς] ἀποκείσε- | |
| ται παρὰ θεῶν καὶ ἡρώων χάρις | |
| εὐσεβείας. ὁμοίως δὲ | |
| μηδὲ κώμας, ἃς ἐγὼ καθειέρωσα | |
| δαίμοσιν τούτοις, μηδενὶ | |
| ὅσιον ἔστω μήτε ἐξιδιά- | |
| σασθαι μήτε ἐξαλλοτριῶσαι | |
| μήτε μεταδιατάξαι μήτε | |
| βλάψαι κατὰ μηδένα τρόπον κώ- | |
| μας ἐκείνας | |
| ἢ πρόσοδον, ἣν ἐγὼ κτῆμα δαιμόνων | |
| ἄσυλον ἀνέθηκα. ὡσαύτως δὲ μηδὲ | |
| ἄλλην παρεύρεσιν εἰς ὕβριν ἢ ταπείνω- | |
| σιν ἢ κατάλυσιν ὧν ἀφωσίωκα | |
| θυσιῶν καὶ συνόδων ἐπιμηχανή- | |
| σασθαι μηδενὶ κατὰ τιμῆς ἡμετέρας | |
| ἀκίνδυνον ἔστω. ὅστις δ’ ἂν διατά- | |
| ξεως ταύτης δύναμιν ἱερὰν ἢ τιμὴν | |
| ἡρωϊκήν, ἣν ἀθάνατος κρίσις ἐκύρωσεν, | |
| καταλύειν ἢ βλάπτειν ἢ σοφίζεσ- | |
| θαι δίκαιον νοῦν ἐπιβάληται, τούτωι | |
| δαιμόνων ὀργὴ καὶ θεῶν ἁπάντων αὐ- | |
| τῶι καὶ γένει πρὸς ἅπασαν τιμωρίαν | |
| ἀνείλατος ἔστω. τύπον δὲ εὐ- | |
| σεβείας, ἣν θεοῖς καὶ προγόνοις | |
| εἰσφέρειν ὅσιον, ἐγὼ παισὶν | |
| ἐκγόνοις τε ἐμοῖς ἐμφανῆι {²⁶ἐμφανεῖ}²⁶ | |
| καὶ δι’ ἑτέρων πολλῶν καὶ | |
| διὰ τούτων ἐκτέθεικα, νομί- | |
| ζω τε αὐτοὺς καλὸν ὑπόδειγμα | |
| μιμήσασθαι γένους αὔξον- | |
| τας ἀεὶ συγγενεῖς τιμὰς ὁμοί- | |
| ως τ’ ἐμοὶ πολλὰ προσθήσειν | |
| ἐν ἀκμῆι χρόνων ἰδίων εἰς | |
| κόσμον οἰκεῖον· οἷς ταῦτα πράσ- | |
| σουσιν ἐγὼ πατρῴους ἅπαντας θε- | |
| οὺς ἐκ Περσίδος τε καὶ Μακετίδος | |
| γῆς Κομμαγηνῆς τε ἑστίας εἵλε- | |
| ως εἰς πᾶσαν χάριν εὔχομαι δια- | |
| μένειν. ὅστις τε ἂν βασιλεὺς ἢ | |
| δυνάστης ἐν μάκρωι χρόνωι ταύτην | |
| ἀρχὴν παραλάβῃ, νόμον τοῦτον | |
| καὶ τιμὰς ἡμετέρας δια- | |
| φυλάσσων καὶ παρὰ τῆς ἐμῆς | |
| εὐχῆς ἵλεως δαίμονας καὶ θεοὺς | |
| πάντας ἐχέτω· παρανόμωι δὲ | |
| γνώμηι κατὰ δαιμόνων τιμῆς καὶ | |
| χωρὶς ἡμετέρας ἀρᾶς παρὰ | |
| θεῶν ἐχθρὰ πάντα. |