[ ] Phokis — Delphi — 319 AD — SEG 12.226; BCH 1952.653 — Bousquet
1                       ἀγαθῆι S τύχ[ηι].
[ὑπατ]είᾳ τῶν [κυρ]ίων ἡμῶν Φλαβ. Οὐαλ. Κων[σταντίνου Σεβαστοῦ τὸ εʹ]
καὶ Φλαβ. S Οὐαλ. Λικιννιανοῦ Λικιννίου Σε̣[βαστοῦ οἱοῦ, Καίσαρος],
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Βαββίου Αὐρ. Φιλισ[τίωνος, μηνὸς — —],
5 ἔδοξεν τοῖς δαμιουργοῖς, κατὰ τὴν εἰσήγ[ησιν τοῦ ἀριστοῦ Ὁσίου]
καὶ πυθοχρήστου ἐξηγητοῦ καὶ προστ[ά]το[υ διὰ βίου τῶν δαμιουργῶν]
Λουκίου Γελ[λί]ου Μηνογένους τὸ δόγμα [ἐπανορθοῦσθαι τὸ περὶ]
τῶν χρημ[άτ]ων, ὧν ἐχαρίσατο αὐτός τε καὶ [Αὐρηλία Ἰουλία Σωτία]
τὸν ἀριθμὸν μυριάδων ἑκατὸν ἁπλῶν, ἐφ’ [ᾧτε λοῦσαι τὰ βαλανεῖα].
10 S Μ. Αὐρ. Μήνιος ὁ προστάτης ἐπηρώτησεν. S [εἰ χρὴ κατὰ τὴν εἰσήγησιν τοῦ]
ἀρίστου Ὁσί[ο]υ καὶ ἐξηγητοῦ καὶ προστάτου δ[ιὰ βίου τῶν δαμιουργῶν]
Λουκίου Γελ[λ]ίου Μηνογένους, ὑπὲρ τοῦ σῴζεσ[θαι τῇ πόλει τὴν ἡμίσεαν]
ὧν ἔδοσαν ἀμφότεροι διὰ εὔνοιαν ἣν ἔχου[σιν εἰς τὴν πόλιν, διαχωρίζειν τὰς]
πεντήκοντα μυριάδας σινπλαρίας, ἃς ἔδωκ[εν Λ. Γελλ. Μηνογένης, καὶ τούτας]
15 μεταπαραδιδόναι τοῖς μετ’ αὐτοὺς ἐσομένο[ις δαμιουργοῖς· καὶ ἃς ἔδωκεν]
Αὐρηλία Ἰουλία Σωτία τὰς αὐτὰς πεντήκον[τα μυριάδας, εἰς τὸν ἐνεστῶτα]
κατασχόντας ἐνιαυτόν, εἰς τὴν λοῦσιν τῶν βα[λανείων ταύταις καταχρῆσθαι· καὶ]
ἵνα μηδεμ[ία] κακουργία περὶ αὐτὰ μηδέποτε γ[ένηται, καταθέναι τὰ χρήματα]
[πα]ρ̣ὰ̣ Μ̣. Α̣[ὐ]ρ̣. Ἀντισθένει. οἱ δαμιουργ[οὶ ἐβόησαν S δοκεῖ S ἔδοξεν].
Search Help
Contact Us