[ ]
Phokis — Delphi — 319 AD — SEG 12.226; BCH 1952.653 — Bousquet
1 | ἀγαθῆι S τύχ[ηι]. |
[ὑπατ]είᾳ τῶν [κυρ]ίων ἡμῶν Φλαβ. Οὐαλ. Κων[σταντίνου Σεβαστοῦ τὸ εʹ] | |
καὶ Φλαβ. S Οὐαλ. Λικιννιανοῦ Λικιννίου Σε̣[βαστοῦ οἱοῦ, Καίσαρος], | |
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Βαββίου Αὐρ. Φιλισ[τίωνος, μηνὸς — —], | |
5 | ἔδοξεν τοῖς δαμιουργοῖς, κατὰ τὴν εἰσήγ[ησιν τοῦ ἀριστοῦ Ὁσίου] |
καὶ πυθοχρήστου ἐξηγητοῦ καὶ προστ[ά]το[υ διὰ βίου τῶν δαμιουργῶν] | |
Λουκίου Γελ[λί]ου Μηνογένους τὸ δόγμα [ἐπανορθοῦσθαι τὸ περὶ] | |
τῶν χρημ[άτ]ων, ὧν ἐχαρίσατο αὐτός τε καὶ [Αὐρηλία Ἰουλία Σωτία] | |
τὸν ἀριθμὸν μυριάδων ἑκατὸν ἁπλῶν, ἐφ’ [ᾧτε λοῦσαι τὰ βαλανεῖα]. | |
10 | S Μ. Αὐρ. Μήνιος ὁ προστάτης ἐπηρώτησεν. S [εἰ χρὴ κατὰ τὴν εἰσήγησιν τοῦ] |
ἀρίστου Ὁσί[ο]υ καὶ ἐξηγητοῦ καὶ προστάτου δ[ιὰ βίου τῶν δαμιουργῶν] | |
Λουκίου Γελ[λ]ίου Μηνογένους, ὑπὲρ τοῦ σῴζεσ[θαι τῇ πόλει τὴν ἡμίσεαν] | |
ὧν ἔδοσαν ἀμφότεροι διὰ εὔνοιαν ἣν ἔχου[σιν εἰς τὴν πόλιν, διαχωρίζειν τὰς] | |
πεντήκοντα μυριάδας σινπλαρίας, ἃς ἔδωκ[εν Λ. Γελλ. Μηνογένης, καὶ τούτας] | |
15 | μεταπαραδιδόναι τοῖς μετ’ αὐτοὺς ἐσομένο[ις δαμιουργοῖς· καὶ ἃς ἔδωκεν] |
Αὐρηλία Ἰουλία Σωτία τὰς αὐτὰς πεντήκον[τα μυριάδας, εἰς τὸν ἐνεστῶτα] | |
κατασχόντας ἐνιαυτόν, εἰς τὴν λοῦσιν τῶν βα[λανείων ταύταις καταχρῆσθαι· καὶ] | |
ἵνα μηδεμ[ία] κακουργία περὶ αὐτὰ μηδέποτε γ[ένηται, καταθέναι τὰ χρήματα] | |
[πα]ρ̣ὰ̣ Μ̣. Α̣[ὐ]ρ̣. Ἀντισθένει. οἱ δαμιουργ[οὶ ἐβόησαν S δοκεῖ S ἔδοξεν]. |