[ ] Phokis — Delphi — 312-315 AD
1 ἀγαθῆι τύχ[ηι].
[ὑπατ]είᾳ τῶν [κυρ]ίων ἡμῶν Φλαβ. Οὐαλ. Κων[σταντίνου Σεβαστοῦ τὸ ․ʹ]
καὶ Φλαβ. Οὐαλ. Λικιννιανοῦ Λικιννίου Σ[εβαστοῦ τὸ ․ʹ ․․․․],
ἐπὶ ἄρχ[ο]ντος ἐν Δελφοῖς Βαββίου Αὐρ. Φιλισ[τίωνος, μηνὸς — —],
5 ἔδοξεν τοῖς δαμιουργοῖς, κατὰ τὴν εἰσήγ[ησιν τοῦ ἀριστοπολίτου]
καὶ πυθοχρήστου ἐξηγητοῦ καὶ προστάτο[υ διὰ βίου τῶν δαμιουργῶν]
Λουκίου Γελ[λί]ου Μηνογένους τὸ δόγμα [ἐπανορθοῦσθαι τὸ περὶ]
τῶν χρημ[άτω]ν, ὧν ἐχαρίσατο αὐτός τε κα[ὶ Αὐρηλία Ἰουλία Σωτία]
τὸν ἀριθμὸν μυριάδων ἑκατὸν ἁπλῶν, ἐφ’ [ᾧτε θυσίαν ποιεῖσθαι καθ’ ἔτος]
10 Μα[ίῳ] μηνὶ ὃ ὁ προστάτης ἐπηρώτησεν. [γνώμην δὲ εἰσενεγκόντος τοῦ]
ἀφιστο[π]ο[λίτο]υ καὶ ἐξηγητοῦ καὶ προστάτου δ[ιὰ βίου τῶν δαμιουργῶν]
Λουκίου Γελλίου Μηνογένους ὑπὲρ τοῦ σῴζεσ[θαι τῇ πόλει τὸ ἥμισυ]
ὧν ἔδοσαν ἀμφότεροι διὰ εὔνοιαν ἣν ἔχου[σιν εἰς τὴν πόλιν, χωρίζεσθαι τὰς]
πεντήκοντα μυριάδας σινπλαρίας, ἃς ἔδωκ[εν αὐτὸς ὁ προστάτης, καὶ]
15 μεταπαραδιδόναι τοῖς μετ’ αὐτοὺς ἐσομένο[ις δαμιουργοῖς, καὶ ἃς ἔδωκεν]
Αὐρηλία Ἰουλία Σωτία τὰς αὐτὰς πεντήκον[τα μυριάδας σινπλαρίας, ὥστε]
κατασχόντας ἐνιαυτὸν εἰς τὴν λοῦσιν τῶν βα[λανείων χρήσασθαι, καὶ]
ἵνα μηδεμ[ία] κακουργία περὶ αὐτὰ μηδέποτε γ[ένηται, καταθεῖναι] ταῦτα τὰ]
[χρήματα π]αρ’ Ἀντισθένει. vvvvv οἱ δαμιουργ[οὶ ἐψηφίσαντο].
Search Help
Contact Us