[ ]
Phokis — Delphi — 312-315 AD
1 | ἀγαθῆι τύχ[ηι]. |
[ὑπατ]είᾳ τῶν [κυρ]ίων ἡμῶν Φλαβ. Οὐαλ. Κων[σταντίνου Σεβαστοῦ τὸ ․ʹ] | |
καὶ Φλαβ. Οὐαλ. Λικιννιανοῦ Λικιννίου Σ[εβαστοῦ τὸ ․ʹ ․․․․], | |
ἐπὶ ἄρχ[ο]ντος ἐν Δελφοῖς Βαββίου Αὐρ. Φιλισ[τίωνος, μηνὸς — —], | |
5 | ἔδοξεν τοῖς δαμιουργοῖς, κατὰ τὴν εἰσήγ[ησιν τοῦ ἀριστοπολίτου] |
καὶ πυθοχρήστου ἐξηγητοῦ καὶ προστάτο[υ διὰ βίου τῶν δαμιουργῶν] | |
Λουκίου Γελ[λί]ου Μηνογένους τὸ δόγμα [ἐπανορθοῦσθαι τὸ περὶ] | |
τῶν χρημ[άτω]ν, ὧν ἐχαρίσατο αὐτός τε κα[ὶ Αὐρηλία Ἰουλία Σωτία] | |
τὸν ἀριθμὸν μυριάδων ἑκατὸν ἁπλῶν, ἐφ’ [ᾧτε θυσίαν ποιεῖσθαι καθ’ ἔτος] | |
10 | Μα[ίῳ] μηνὶ ὃ ὁ προστάτης ἐπηρώτησεν. [γνώμην δὲ εἰσενεγκόντος τοῦ] |
ἀφιστο[π]ο[λίτο]υ καὶ ἐξηγητοῦ καὶ προστάτου δ[ιὰ βίου τῶν δαμιουργῶν] | |
Λουκίου Γελλίου Μηνογένους ὑπὲρ τοῦ σῴζεσ[θαι τῇ πόλει τὸ ἥμισυ] | |
ὧν ἔδοσαν ἀμφότεροι διὰ εὔνοιαν ἣν ἔχου[σιν εἰς τὴν πόλιν, χωρίζεσθαι τὰς] | |
πεντήκοντα μυριάδας σινπλαρίας, ἃς ἔδωκ[εν αὐτὸς ὁ προστάτης, καὶ] | |
15 | μεταπαραδιδόναι τοῖς μετ’ αὐτοὺς ἐσομένο[ις δαμιουργοῖς, καὶ ἃς ἔδωκεν] |
Αὐρηλία Ἰουλία Σωτία τὰς αὐτὰς πεντήκον[τα μυριάδας σινπλαρίας, ὥστε] | |
κατασχόντας ἐνιαυτὸν εἰς τὴν λοῦσιν τῶν βα[λανείων χρήσασθαι, καὶ] | |
ἵνα μηδεμ[ία] κακουργία περὶ αὐτὰ μηδέποτε γ[ένηται, καταθεῖναι] ταῦτα τὰ] | |
[χρήματα π]αρ’ Ἀντισθένει. vvvvv οἱ δαμιουργ[οὶ ἐψηφίσαντο]. |