[ ]
Phokis — Delphi — ca. 29 BC
1 | [ἔ]δοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Ἀ[—c.15—λου Ῥωμαῖος], |
ἀ̣στρολόγος, ἀνὴρ ἀγαθὸς ἐνδα[μήσας ποθ’ ἁμὲ ἐπιδείξεις ἐποιή]- | |
[σ]ατο σχολᾶς καὶ πλείονας ἐν τῶι γυ[μνασίωι ἁμέρας —c.12—] | |
μεγαλείως, ὅπως οὖν καὶ ἁ πόλις φαί[νηται τιμέουσα τοὺς καλοὺς τῶν] | |
5 | ἀνδρῶν, δεδόχθαι τᾶι πόλει τῶν Δελφ[ῶν, ἐπαινέσαι Ἀ— —c.14— —]- |
λου Ῥωμαῖον, ἀστρολόγον, καὶ δεδόσ[θαι αὐτῶι καὶ ἐκγόνοις ἀτέλειαν], | |
προξενίαν, προμαντείαν, ἀσυλίαν, προδ[ικίαν, προεδρίαν ἐμ πᾶσι τοῖς] | |
ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τ[ίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις] | |
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ̣[πάρχει. ἄρχοντος Πολεμάρ]- | |
10 | χου, βουλευόντων Σελεύκου τοῦ Βαβύλο[υ, Ἀντιφίλου τοῦ Γοργίλου]. |