[ ]
Phokis — Delphi — 58 BC
1 | ἐπειδὴ Ἑρμόδωρος Ἑρμοκράτεος τοῦ Ἑρμοδώ- |
ρου καὶ Ἑρμοκράτης ὁ υἱὸς αὐτοῦ παραγενηθέντες | |
ἐπὶ τὸν ἀγῶνα τῶν Πυθίων πεποίηνται τὰν ἀναστρο- | |
φὰν καλὰν καὶ εὐσχήμονα καὶ ἀξίαν τᾶς ἰδίας πατρίδος καὶ | |
5 | τοῦ ἁμετέρου δάμου, ἀπόδειξιν διδόντες καὶ |
τᾶς περὶ τὸν βίον ἀγωγᾶς, Ἑρμοκράτους δὲ καὶ πρό- | |
τερον τᾶς κατὰ τ[ὰ]ν ἄθλησιν ἀρετᾶς διὰ τὰν συνε- | |
χῶς ὑπ’ αὐτοῦ γενομέναν γυμνασίαν γνωσθέντος, | |
ἀγωνιξαμένου δὲ καὶ ἐπὶ τοῦ ἀγῶνος ἀξίως τᾶς [πε]- | |
10 | ρὶ ἑαυτὸν ἀθλήσιος, δέον ἐστὶν τῶι δάμωι τῶν ἀγαθ[ῶν] |
ἀνδρῶν τὰν καθήκουσαν πρόνοιαν ποιεῖσθαι, vacant 8 l. | |
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν, ἐπαι- | |
νέσαι Ἑρμόδωρον Ἑρμοκράτεος τοῦ Ἑρμοδώρου καὶ Ἑρ- | |
μοκράτην τὸν υἱὸν αὐτοῦ Σμυρναίους, καὶ δεδόσθαι | |
15 | αὐτοῖς τε καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προ- |
μαντείαν, πρ<ο>δικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν [πᾶ]- | |
σι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια [πάντα] | |
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς π[όλιος] | |
ὑπάρχει. καλέσαι δὲ αὐτοὺς ἐπὶ ξένια καὶ τὰν κοινὰν [τᾶς πό]- | |
20 | λιος ἑστίαν. ἄρχοντος Ἀγησιλάου, βουλευόντων |
[Ἡρ]ακλείδα, Νικάνδρου, Κλεομάντιος. |