[ ]
Phokis — Delphi — 86 BC?
1 | [ἄρχοντο]ς̣ Κλεάνδρου τοῦ Τίμωνος, βουλευόντων Πολίτα τοῦ Ἀσάν- |
[δρου, Εὐκ]λ̣είδα τοῦ Ἡρακλείδα, Δίωνος τοῦ Καλλία, Θεοξένου τοῦ Πολύωνος, | |
[ἔδοξε τᾶι] π̣όλει τῶν Δελφῶν ἐν ἀγο̣ρ̣ᾶι τελείωι· ἐπεὶ Ἀντίπατρος Βρεύκου | |
[Ἐλευθερν]α̣ῖ̣ος, ὕδραυλος, ἀποστειλάσας ποτ’ αὐτὸν τᾶς πόλιος πρεσβεί- | |
5 | [αν παραγ]ενηθεὶς ἐν Δελφοὺς καὶ παρακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ τᾶς |
[πόλιος] ἀγωνίξατο ἁμέρας δύο καὶ εὐδοκίμησε μεγαλομερῶς καὶ ἀξίως̣ | |
[τ]οῦ τε θεοῦ καὶ τᾶς πόλιος τῶν Ἐλευθερναίων καὶ τᾶς ἁμετέρας πόλιος̣, | |
[ἐ]φ’ οἷς καὶ ἐστεφανώθη ἐν τῶι ἀγῶν 〚 rasura ca. 29 〛 | |
〚 rasura ca. 14 〛 εἰκόνι χαλκέαι καὶ τοῖς ἄλλοις τιμίοις πάντοις, ἃς̣ καὶ | |
10 | συνετέλεσ̣ε ὑπὲρ αὐτοσαυτὸν τῶι θεῶι, #⁵⁶ ἐπὶ οὖν τούτοις, ἀγαθ̣ᾶ̣ι̣ τύχ̣α̣ι̣, δ̣εδ̣ό- |
χθαι· ἐπαινέσαι Ἀντίπατρον Βρεύκου Ἐλευθερναῖον ὕδραυλον ἐπί τε τ̣ᾶι ποτὶ τὸν | |
θεὸν εὐσεβείαι καὶ ὁσιότατι καὶ ἐπ̣ὶ τᾶι προαιρέσει, ἇι ἔχων π̣ε̣ρ̣ὶ̣ τ̣ὰ̣ν̣ τέχναν δ̣ιατε- | |
λεῖ, καὶ τᾶι ποτὶ τὰν πόλ̣ιν ἁμῶν εὐνοίαι. ἐπαινέσαι δ̣ὲ καὶ τὸν ἀ- | |
δελφὸν αὐτοῦ Κρύτωνα̣ Βρεύκου Ἐλευθερναῖον, καὶ δεδόσ̣θαι αὐτοῖς καὶ | |
15 | ἐκγόνοις π̣αρὰ τᾶς π̣όλιος προξενίαν, προμαντεία̣ν̣, προδικία̣ν̣, ἀσ̣υ- |
λίαν, ἀτέλ̣ειαν πά̣ν̣τ̣ων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγών̣οις̣ ο̣ἷ̣ς̣ ἁ̣ πό- | |
λις τίθητι, κ̣α̣ὶ̣ γᾶς κ̣α̣ὶ̣ ο̣ἰ̣κ̣ί̣ας ἔγκτησιν καὶ τᾶλλα τίμι̣α̣ π̣ά̣ν̣τα ὅσ̣α̣ | |
καὶ τοῖς ἄλλοι̣ς πρ[ο]ξ̣έν̣οις κ̣αὶ εὐεργέταις τᾶς πόλιο̣ς̣ ὑπάρχε̣ι̣. | |
ἀποστεῖλαι δὲ αὐτο̣ῖ̣ς̣ τοὺς ἄρχοντας καὶ ξ̣ένια τὰ μέγιστα· | |
20 | καλέσ̣αι δ̣ὲ̣ αὐτοὺς κα̣ὶ τοὺς μετ’ αὐτῶν ἐν τὸ πρυτ̣α̣ν̣εῖον̣ ἐπ̣ὶ̣ |
τὰν κ̣οινὰ̣ν̣ τᾶς πόλι̣ος ἑστίαν. ἀναγράψαι δ̣ὲ τὸ ψάφισ̣μ̣α̣ τ̣ο̣ὺ̣ς̣ ἄ̣ρχον̣- | |
τας ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστ̣ά̣τ̣ω̣ι̣ τόπ̣ω̣ι̣, | |
καὶ διαπέμψαι ποτὶ τὰν πόλιν τῶν Ἐλευθερναίων, ὅπω̣ς̣ εἰδ̣ῶσ̣ι̣. |