[ ]
Phokis — Delphi — ca. 118 BC — SDGI 2726
1 | θεὸς τύχαν ἀγαθάν. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί- | |
ωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Κλεόδωρος | |
καὶ Θρασύβουλος οἱ Θεοξενίδα Φενεᾶται παρα- | |
5 | γενόμενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποιήσαντο τῶι |
θεῶι διὰ τὸς μουσικὰς τέχνας, ἐν αἷς καὶ εὐδοκί- | |
μουν, προφερόμενοι ἀριθμοὺς τῶν ἀρχαίων ποιη- | |
τᾶν, οἳ ἦσαν πρέποντες ποτί τε τὸν θεὸν καὶ τὰν πό- | |
λιν ἁμῶν, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ ἀναστροφὰν | |
10 | καὶ διδασκαλίαν τῶν παίδων ἐποιήσαντο ἀξίως |
αὐσωτῶν τε καὶ τᾶς ἰδίας πατρίδος καὶ τᾶς ἁμε- | |
τέρας πόλιος, —— ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι πό- | |
λει τῶν Δελφῶν ἐπαινέσαι Κελόδωρον καὶ Θρασύ- | |
βουλον ἐπί τε τᾶι ἀναστροφᾶι καὶ τᾶι φιλοτιμίαι ἇι | |
15 | τυγχάνοντι ἔχοντες ἐν τῶι ἐπιταδεύματι, καὶ εἶ- |
μεν αὐτοῖς καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος τῶν Δελφῶν | |
προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, | |
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, εἶ- | |
μεν δὲ αὐτοῖς καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τὰ ἄλλα | |
20 | τίμια πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- |
γέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος Ἀμύντα, | |
βουλευόντων τὰν πρώταν ἑξάμηνον Κλέωνος τοῦ | |
Διονυσίου, Ξενοκρίτου τοῦ Στησιμένεος, γραμματεύ- | |
οντος Μνασιδάμου τοῦ Ξενοκρίτου. |