[ ]
Phokis — Delphi — ca. 118 BC — SDGI 2726
| 1 | θεὸς τύχαν ἀγαθάν. |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί- | |
| ωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Κλεόδωρος | |
| καὶ Θρασύβουλος οἱ Θεοξενίδα Φενεᾶται παρα- | |
| 5 | γενόμενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποιήσαντο τῶι |
| θεῶι διὰ τὸς μουσικὰς τέχνας, ἐν αἷς καὶ εὐδοκί- | |
| μουν, προφερόμενοι ἀριθμοὺς τῶν ἀρχαίων ποιη- | |
| τᾶν, οἳ ἦσαν πρέποντες ποτί τε τὸν θεὸν καὶ τὰν πό- | |
| λιν ἁμῶν, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ ἀναστροφὰν | |
| 10 | καὶ διδασκαλίαν τῶν παίδων ἐποιήσαντο ἀξίως |
| αὐσωτῶν τε καὶ τᾶς ἰδίας πατρίδος καὶ τᾶς ἁμε- | |
| τέρας πόλιος, —— ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι πό- | |
| λει τῶν Δελφῶν ἐπαινέσαι Κελόδωρον καὶ Θρασύ- | |
| βουλον ἐπί τε τᾶι ἀναστροφᾶι καὶ τᾶι φιλοτιμίαι ἇι | |
| 15 | τυγχάνοντι ἔχοντες ἐν τῶι ἐπιταδεύματι, καὶ εἶ- |
| μεν αὐτοῖς καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος τῶν Δελφῶν | |
| προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, | |
| προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, εἶ- | |
| μεν δὲ αὐτοῖς καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τὰ ἄλλα | |
| 20 | τίμια πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ- |
| γέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος Ἀμύντα, | |
| βουλευόντων τὰν πρώταν ἑξάμηνον Κλέωνος τοῦ | |
| Διονυσίου, Ξενοκρίτου τοῦ Στησιμένεος, γραμματεύ- | |
| οντος Μνασιδάμου τοῦ Ξενοκρίτου. |