[ ] Phokis — Delphi — bef. 130 BC — SGDI 2569
1 [θεός. τύχαι ἀγαθᾶι· πρε]σ̣βευτᾶν ἐξαποσταλέντω[ν ὐ]πὸ τᾶς πόλιος τᾶς Δελφῶν ποτὶ τὸ κ]οιν̣[ὸν τῶν τεχνιτᾶν]
[τῶν ἐξ Ἰσθμοῦ καὶ Ν]εμέας Πολίτα τοῦ Ἀσάνδρου, Νικαρέτου τοῦ Ἀν[τιχάρεος, Πολέμων]ος τοῦ Πολεμά[ρχου περὶ]
[τοῦ ἀγῶνος τῶν χ]ειμερινῶν Σωτηρίων, ὥστε καταγωνίξασθαι τῶι θε[ῶι τὸν ἀγῶνα ἐ]πιετῆ· συν[ακολούθησαν οἰ]
[τεχνῖται τοῖς π]αρακαλειμένοις καὶ ἐξαπέστειλαν τοὺς ἀγωνιξομέ[νους τῶι θε]ῶι δωρεὰν τού[σδε]·
5 [κιθαριστ][ς]· Διονύσιος Θεοδότου Θηβαῖος.
κιθαρωιδός· Τυραννίας Αὐτομήδους Θηβαῖος.
χορευταί·
Ξένων Δώρου Θηβαῖος,
Θεογείτων Κλειμήδου Θηβαῖος.
10 ἡγεμὼν παῖς· Ἀρίστων Στράτωνος.
ἡγεμὼν ἀνδρῶν· Τυραννίας.
χορευταί·
[Ἀ]θηνοκλῆς Ξενοκλέους Θηβαῖος,
[Ε]ὐ̣μήνων Τιμοκλέους Θηβαῖος.
15 κωμωιδός· Ἀπολλᾶς Φενεάτης.
συναγωνισταί·
[Σ]ωτέλης Θεόκριτος.
χορευταὶ κωμωιδοῦ·
[Ξ]ενόλαος Σωσικράτεος Ὀπούντιος,
20 Μύρτων Θεοφίλου Θηβαῖος,
Ἀριστοκλείδας Θηβαῖος,
Μενεκράτης Σωπάτρου Θηβαῖος.
Search Help
Contact Us