[ ]
Phokis — Delphi — 134 BC — SGDI 2727
1 | [ἄρχοντος Ἁγίωνος] τοῦ Ἐχεφύλου, [βουλευ]όντων τὰν πρώταν ἑξάμηνον Νικ[οστρά]- |
[τοῦ τοῦ Εὐδώρου, Ξέ]νωνος τοῦ Ἀριστο[β]ούλου, Τιμοκλέος τοῦ Θρασέα ἐ[πειδὴ] | |
[․․․8․․․․ Ἀριστο]κράτεος Κυμαία, χοροψάλτρια, παραγενηθ[ε]ῖσα ἐν Δ̣ε[λφούς] | |
[καὶ παρακληθεῖ]σα ὑπό τε τῶν ἀρχό[ν]των καὶ τᾶς πόλιος ἐπέδωκε [τῶι θεῶι] | |
5 | [αὐθαμέραν καὶ ἀ]γ̣ωνίξατο ἁμέρα[ς δύο] καὶ εὐδοκίμησε ἐν τῷ ἀγῶν[ι] τ̣[ῶν Πυθί]- |
[ων καταξίως τ]οῦ τε θεοῦ καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι· δεδ[όχθαι τᾶι] | |
[πόλει τῶν Δελ]φῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις, [ἐπαινέσαι] | |
․․․8․․․․ Ἀριστοκράτεος Κυμαίαν καὶ στεφανῶσαι αὐτὰν [ἐικόνι χαλκέ]- | |
[αι, ἀριστεί]ωι τε τοῦ θεοῦ στεφάνωι, ὧι πάτριόν ἐστι Δελφοῖς, καὶ ἀργυ[ρίου δραχ]- | |
10 | [μαῖς χιλί]αις. ἀποστεῖλαι δὲ αὐτᾶι τοὺς ἀρχοντας καὶ ξένια τὰ μέγιστ[α ἐκ τῶν νό]- |
[μων· δεδόσθ]αι δὲ αὐτᾶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντεία[ν, προδικί]- | |
[αν ἀσυλίαν, ἀτ]έλειαν πάντων, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλ[ις τίθητι· εἶ]- | |
[μεν δὲ αὐτᾶι] κ̣αὶ ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ τὰ ἄλλα̣ [τίμια ὅσα καὶ] | |
[τοῖς ἄλλοις προξένοι]ς̣ καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἀναγρ̣[αψᾶι δὲ τόδε τὸ] | |
15 | [ψάφισμα ἐν ἐπιφαν]εστάτωι τόπωι. τοῦ ἱεροῦ ἀποστεί[λαι δὲ τοὺς ἄρχον]- |
[τας ἀντιγεγραμμένα τάδε τὰ] δ̣ε̣δογμένα τᾶι πόλει τῶν Κ[υμαίων, ὅπως εἰδῶσι]. |