[ ] Phokis — Delphi — 134 BC — SGDI 2727
1 [ἄρχοντος Ἁγίωνος] τοῦ Ἐχεφύλου, [βουλευ]όντων τὰν πρώταν ἑξάμηνον Νικ[οστρά]-
[τοῦ τοῦ Εὐδώρου, Ξέ]νωνος τοῦ Ἀριστο[β]ούλου, Τιμοκλέος τοῦ Θρασέα ἐ[πειδὴ]
[․․․8․․․․ Ἀριστο]κράτεος Κυμαία, χοροψάλτρια, παραγενηθ[ε]ῖσα ἐν Δ̣ε[λφούς]
[καὶ παρακληθεῖ]σα ὑπό τε τῶν ἀρχό[ν]των καὶ τᾶς πόλιος ἐπέδωκε [τῶι θεῶι]
5 [αὐθαμέραν καὶ ἀ]γ̣ωνίξατο ἁμέρα[ς δύο] καὶ εὐδοκίμησε ἐν τῷ ἀγῶν[ι] τ̣[ῶν Πυθί]-
[ων καταξίως τ]οῦ τε θεοῦ καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι· δεδ[όχθαι τᾶι]
[πόλει τῶν Δελ]φῶν ἐν ἀγορᾶι τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις, [ἐπαινέσαι]
․․․8․․․․ Ἀριστοκράτεος Κυμαίαν καὶ στεφανῶσαι αὐτὰν [ἐικόνι χαλκέ]-
[αι, ἀριστεί]ωι τε τοῦ θεοῦ στεφάνωι, ὧι πάτριόν ἐστι Δελφοῖς, καὶ ἀργυ[ρίου δραχ]-
10 [μαῖς χιλί]αις. ἀποστεῖλαι δὲ αὐτᾶι τοὺς ἀρχοντας καὶ ξένια τὰ μέγιστ[α ἐκ τῶν νό]-
[μων· δεδόσθ]αι δὲ αὐτᾶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντεία[ν,  προδικί]-
[αν ἀσυλίαν, ἀτ]έλειαν πάντων, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλ[ις τίθητι· εἶ]-
[μεν δὲ αὐτᾶι] κ̣αὶ ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ τὰ ἄλλα̣ [τίμια ὅσα καὶ]
[τοῖς ἄλλοις προξένοι]ς̣ καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει. ἀναγρ̣ψᾶι δὲ τόδε τὸ]
15 [ψάφισμα ἐν ἐπιφαν]εστάτωι τόπωι. τοῦ ἱεροῦ ἀποστεί[λαι δὲ τοὺς ἄρχον]-
[τας ἀντιγεγραμμένα τάδε τὰ] δ̣ε̣δογμένα τᾶι πόλει τῶν Κ[υμαίων, ὅπως εἰδῶσι].
Search Help
Contact Us