[ ]
Phokis — Delphi — 140/39 BC
1 | [ἔδοξε τᾶι πόλει τῶν Δελφ]ῶν ἐν ἀγορᾶ[ι] |
[τελείωι σὺμ ψάφοις ταῖς ἐ]ννόμοις· ἐπ[εὶ] | |
[Κάλας, Γαύδοτος, Ἀσκληπι]άδης, ζωγράφοι | |
[Περγαμηνοί, ἀποστ]αλέντες ὑπὸ τοῦ [βα]- | |
5 | [σιλέος Ἀττάλου, ὥ]στε ἀπογράψασθαι τ〚—〛 |
․․․․․12․․․․․α̣, τάν τε ἀναστροφὰν κα[ὶ] | |
[τὰν ἐπιδαμί]αν ἐποιήσαντο ἀξίως μὲ[ν] | |
[τοῦ ἀποστ]είλαντος αὐτοὺς βασιλέ[ος] | |
[Ἀττάλου] καὶ τᾶς ἁμετέρας πόλιος, | |
10 | [καθὼς] ἐπέβαλλε ἄνδροις καλοῖς |
[κἀγαθοῖς]· ἐπὶ δὲ τούτοις δεδόχθαι τᾶ[ι] | |
[πόλει, ἐπ]αινέσαι Κάλαν καὶ Γαύδοτον κα[ὶ] | |
[Ἀσκληπι]άδην Περγαμηνοὺς καὶ ὑπάρχει[ν] | |
[αὐτο̣ῖς] παρὰ τᾶς πόλιος προξενίαν, προ- | |
15 | [μαντε]ίαν, προδικίαν, ἀσυλίαν, ἀτέλε[ι]- |
[αν, προ]εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷ[ς ἁ] | |
[πόλι]ς τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα κ[αὶ] | |
[τοῖς ἄ]λλοις προξένοις καὶ εὐεργέτα[ις] | |
[τᾶς π]όλιος ὑπάρχει. ἄρχοντος Ξενοκρ[ί]- | |
20 | [του, β]ουλευόντων Καλλικράτεος, Κλ[έω]- |
[νο]ς, Μεγάρτα. |