[ ] Boiotia — Akraiphia — 228-226 BC — IG 7.4135/6+
A — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [— — — — — — — — — — — — — — πένθ’ ἡμέρα]ς πορευομέ-
[νοις καὶ ἀπερχομένοις ἄλλας τοσαύ]τ̣ας καὶ <ἕ>ως ἂν ἡ πανήγυ-
[ρις γίνηται καὶ αὐτοῖς καὶ τοῖς] ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι
[χρήματα πανταχοῦ]· ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ-
5 [σιάζηι, ὑπ]όδικος ἔστω ἐν Ἀμφικτύοσιν· εἶναι δὲ καὶ ἄσυ-
λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν
αἱ στῆλαι ὁρίζωσιν καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ-
ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα·
ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν· τῆς δὲ
10 ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά-
την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεόν, ὡς Βοιωτοὶ ἄγουσιν,
ὡς δὲ [Δ]ελφοὶ Ἀπελλαίου· κυρίους δ’ εἶναι οἰκονομοῦντας
τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω-
νος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν
15 τῶν Βοιωτῶν καθὼς καὶ ἔνπροσθεν καὶ τὸν ἀγωνοθέτην
τὸν εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων· ἀναγράψαι δὲ τὸ ψή-
φισμα ἐν στήλαις Πτωϊοκλῆν Ποταμοδώρου καὶ ἀναθεῖναι
τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ-
κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ-
20 ναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν-
αι· ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ-
όνων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ
ἂν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ-
τω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου· ἀνενεγκεῖν δὲ τὸ δόγμα τοὺς
25 ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια ὅπως εἰδῶ-
σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτύοσιν.
B.1 Καλλικλίδας Λοκρὸς ἐςς Ὀπόεντος καταβὰς ἐν Τρεφώ-
νιον ἀνάνγειλε Λεπάδειαν τοῖ βασιλεῖι ἀνθέμεν
κή τοῖ Τρεφωνίοι, κὴ Ἀκρήφια τοῖ Ἀπόλλωνι τοῖ Πτωΐυ, κὴ μεὶ
ἀδικῖμεν μειδένα οὕτως· οὕτως [δ]ὲ ἀγιρέμεν ἀμφοτέ-
5 ρως τὰ ἱαρὰ χρείματα κυνῆ ἐφ’ οὑγίη κατὰ πᾶσαν χώ-
RAN, KH\ TO\N A)GW=NA I(ARO\N KATAGGELLE/MEN: O(/STIS DE/ KA TW=
Διὸς τῶ Βασιλεῖος ἐπιμελειθείε τῶ ναῶ, τὸν στέφανον
ὔσετη.
Search Help
Contact Us