[ ] Phokis — Delphi — 182 BC — SEG 25.575; SGDI 2101 — Sokolowski — LS 1969.164,81
1 ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀνέθηκε Ἀλκέσιππος
Βουθήρα Καλυδώνιος τῶι θεῶι καὶ τᾶι πόλει τᾶι Δελφῶν χρυσοῦς ἑκατὸν τρι-
άκοντα καὶ ἀργυρίου μνᾶς εἴκοσι δύο στατῆρας τριάκοντα, εἴ τί κα πάθῃ
Ἀλκέσιππος, ὥσστε θυσίαν καὶ δαμοθοινίαν συντελεῖν τὰν πόλιν τῶν Δελφῶν
5 τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατ’ ἐνιαυτόν, ποτονομάζοντας Ἀλκεσίππεια, ἀπὸ
τῶν τόκων τοῦ τε χρυσίου καὶ ἀργυρίου· συντελεῖν δὲ τὰν θυσίαν ἐν τῶι Ἡραίωι
μηνί, πονπεύειν δὲ ἐκ τᾶς ἅλωος τοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ τὸν ἄρχοντα
καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἄλλους πολίτας πάντας· ἀναγραψάντω δὲ οἱ ἄρ-
χοντες ἐν τῶι ἱερῶι, καὶ ἀνάθεσις κυρία ἔστω· καὶ τὰ ἄλλα πάντα τὰ ἴδια {α}
10 ἀνατίθητι, εἴ τί κα πάθῃ, τῶι θεῶι καὶ {και} τᾶι πόλει, καὶ Θευτίμαν τὰν ἰδίαν
θεράπαιναν ὥστε ἐλευθέραν εἶμεν αὐτὰν εἴ τί κα πάθῃ· θαψάντω δὲ Δάμιππος
καὶ Θευτίμα καὶ Ἀγέας καὶ Πισίλαος ἀπὸ τῶν χαλκῶν τῶν καταλιμπάνει πα-
ρ’ αὐσαυτόν, καὶ λόγον ἀποδόντω τᾶι πόλει. μάρτυροι· Κριτόλαος, Λάτροπος,
Ἀγέας, Πολεμοκράτης, Ἀγασίδαμος, Γενναῖος, Ξενοκράτης Μεδεώνιος Στρά-
15 ταγος, Καλλικλῆς, Ἀνδρόνικος, Πισίλαος, Δεξικράτης, Χαρίξενος, Πολέμαρ̣[χ]-
ος Παυσανία. τὰς διαθήκας φυλάσσει Ἄθαμβος, Ἀγέας, Πεισίλαος.
Search Help