[ ] Phokis — Delphi — 186 or 184 BC — SEG 37.393bis; BE 1970.314 — BE 1971.362; BE 1988.662
1 [ἄρ]χοντος ἐν Δελφοῖς Κράτωνος, γραμματεύοντος [δ]
τῶν Ἀμφικτιόνων Μνασιδάμου Κορινθίου, ἔδοξ[εν τῶι]
[κοι]νῶι τῶν Ἀμφικτιόνων τῶν ἀπὸ τῶν αὐτονόμων ἐθνῶν
καὶ δημοκρατουμένων πόλεων· ἐπειδὴ Νικόστρατος Ἀναξίπ-
5 που Θεσσαλὸς ἐγ Λαρίσσης, ἀποσταλεὶς ἱερομνήμων παρὰ τοῦ
κοινοῦ τῶν Θετταλῶν εἰς τὰ Πύθια τὰ ἐπὶ Νικοβούλου
ἄρχοντος ἐν Δελφοῖς, τὴν πᾶσαν σπουδὴν ἐποιήσατο
μετὰ τῶν ἀποσταλέντων ἀνδρῶν ὑπὸ τοῦ δήμου τοῦ
Ἀθηναίων καὶ τῶν ἱερομνημόνων, ὅπως ἂν ἀποκαταστα-
10 θῇ τὸ συνέδριον τῶν Ἀμφικτιόνων εἰς τὸ ἐξ ἀρχῆς κα-
τὰ τὰ πάτρια, προέστη δὲ καὶ τοῦ ἀγῶνος καὶ τῶν θυσιῶν
μετ’ αὐτῶν, ὅπως ἂν ἀπὸ παντὸς τοῦ βελτίστου συντε-
λεσθῶσιν· αἱρεθεὶς δὲ καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπὸ τοῦ
κοινοῦ τῶν Ἀμφικτιόνων μετὰ Μενεδήμου τοῦ Ἀθηναί-
15 ου καὶ προσελθὼν πρὸς τὴν σύνκλητον καὶ τοὺς στρα-
τηγοὺς καὶ δημάρχους καὶ διαλεγεὶς περὶ ὧν εἶχεν
τὰς ἐντολὰς, ἐπετέλεσεν πάντα τὰ κοινῇ συμφέρον[τα]
τοῖς τε Ἀμφικτίοσιν καὶ τοῖς ἄλλοις Ἕλλησιν τοῖς αἱρου-
μένοις τὴν ἐλευθερίαν καὶ δημοκρατίαν· παραπεμ-
20 πόμενος δὲ καὶ εἰς τὴν μεθοπωρινὴν πυλαίαν ἱερομνή-
μων τὴν ἐπὶ Κράτωνος ἄρχοντος ἐν Δελφοῖς, καὶ θύσας
μετὰ τῶν ἱερομνημόνων ἐπανελθὼν μετ’ αὐτῶν
εἰς τὸ ἱερὸν καὶ προσελθὼν πρὸς τὸ κοινὸν τῶν Δελφῶν
διελέγη, περὶ ὧν ἔχων τὰς ἐντολὰς ἐπεπρέσβευκεν
25 πρός τε τὴν σύνκλητον τῶν Ῥωμαίων καὶ τοὺς στρα-
τηγοὺς καὶ δημάρχους, καὶ παρεκάλεσεν Δελφούς,
διατηρεῖν τὴν εὔνοιαν πρὸς ἅπαντας τοὺς Ἕλληνας
καὶ μηθὲν αὐτοὺς ὑπεναντίον πράττειν τοῖς πρότε-
ρον ὑπὸ τῶν Ἑλλήνων ἐψηφισμένοις, διατελεῖν δὲ
30 καὶ ἐν τοῖς λοιποῖς ἐν οἷς ἂν παρακαλῶσιν Ἀμφικτίο-
νες, ἐν ἅπασιν αὑτὸν παρασκευάζων ἐκτενῆ καὶ φιλό-
τιμον εἰς τὸ κοινῇ συμφέρον, οὔτε κακοπαθίαν οὔτε
κίνδυνον ὑποστελλόμενος τὸν ἐσόμενον ὑπὸ τῶν
ἐπιβουλευόντων αὐτῶι· —— ὅπως ἂν οὖν εἰδῶσιν πάν-
35 τες οἱ Ἕλληνες, διότι τὸ κοινὸν τῶν Ἀμφι[κτιόνων]
ἐπίσταται χάριτας ἀξίας ἀποδιδόναι τοῖς εἰς [αὐ]-
τοὺς εὐεργετοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας, ἀγαθῇ
τύχῃ, δεδόχθαι τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπαι-
νέσαι Νικόστρατον Ἀναξίππου Θεσσαλὸν ἐγ Λαρίσ-
40 σης καὶ στεφανῶσαι αὐτὸν τῶι το̣ῦ̣ θ̣ε̣οῦ στεφάνωι
καὶ εἰκόνι χαλκῇ, ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας
ἣν ἔχων διατετέλεκεν πρός τε τὸ κοινὸν τῶν
Ἀμφικτιόνων [καὶ τοὺ]ς ἄλλους Ἕλληνας, καὶ στῆσαι αὐ-
τοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθί-
45 ου. ἀναγορεῦσαι δὲ τὸν στέφανον καὶ τὴν εἰκόνα
ἐν Πυθίοις τοῖς πρώτοις ἐν τῶι γυμνικῶι ἀγῶνι <τοὺς>
συνελθόντας ἱερομνήμονας· ἀναγορεῦσαι δὲ καὶ ἐν
τοῖς Ἐλευθερίοις ἐν τῶι γυμνικῶι ἀγῶνι, ὃν τιθέασι
οἱ [Θε]τταλοί.
Search Help