[ ]
Phokis — Delphi — 189-188 BC — Roman Doc. Gr. East.38 — Sherk
1 | [Γάιος Λίβιος Μαάρκου στ]ρατηγὸς ὕπ[ατ]ος Ῥ[ω]μ[αίων καὶ δή]- |
[μ]αρχοι καὶ [ἡ σύγκλ]ητος Δελφῶν τοῖς ἄρ[χο]υσι καὶ τῆι πό[λει χαίρειν]· | |
οἱ παρ’ ὑμῶν ἀποσταλέντες πρεσβευταὶ Ἧρυς Εὐδώρου, [Δ]αμο[σθέ]- | |
νης Ἀρχέλα τά τε γράμματα ἀπέδοσαν καὶ αὐτοὶ διελέγησαν ἀκολούθως | |
5 | τοῖς ἐν αὐτοῖς κατακεχωρ[ισ]μένοις μετὰ πάσης σπουδῆς, φιλοτιμίας οὐ- |
θὲν ἐλλείποντες, ἐνεφάνιζον δὲ καὶ δ[ι]ότι τόν τε ἀγῶνα τὸγ γυμνικὸν | |
καὶ τὴν θυσίαν ὑπὲρ ἡμῶν συνετελέσατε· καὶ ἡ σύγκλητος τὴν διάνοιαν | |
προσέσχεν τε καὶ ἔδοξεν αὐτοῖς ὑπέρ τε τῶμ πρότερον πρεσβευτῶν | |
Βούλωνος, Θρασυκλέος, Ὀρέστα, τῶμ πρὸς ἡμᾶς μὲν ἀφικομένων, ἐν δὲ | |
10 | τῆι εἰς οἶκον ἀνακομιδῆι διαφωνησάντων, γράψαι πρὸς Μάαρκον Φολούιον |
τὸν ἡμέτερον στρατηγόν, ἵνα φροντίσηι ὅπως, ὅταν καθ’ ἡμᾶς γένηται | |
τὰ κατὰ τὴν Σάμην πράγματα, ἀναζητήσηι τοὺς ἀδικήσαντας καὶ φρον- | |
τίσηι, ἵνα τύχωσιν τῆς καθηκούσης τιμωρίας, καὶ τὰ τῶν πρεσβευτῶν | |
ὑπάρχοντα ἀποκατασταθῆι πάντα τοῖς οἰκείοις αὐτῶν· ἔδοξεν δὲ καὶ | |
15 | πρὸς Αἰτωλοὺς γράψαι περὶ τῶν γινομένων παρ’ ὑμῖν ἀδικημάτων, ἵνα |
νῦμ μὲν τὰ ἀπηγμένα ἅπαντα ἀναζητήσωσιν καὶ ἀποκαταστήσω- | |
σιν ὑμῖν, τοῦ δὲ λοιποῦ μηθὲν ἔτι γίνηται· καὶ περὶ τῶν ἐν Δελφοῖς κα- | |
τοικεόντων ἔχειν ὑμᾶς ἐξουσίαν ἐφῆκεν ἡ σύγκλητος, ἐξοικίζειν | |
[ο]ὓς ἂμ βούλησθε καὶ ἐᾶν κατοικεῖν παρ’ ὑμᾶς τοὺς εὐαρεστοῦντας τῶι | |
20 | [κ]οινῶι τῶν Δελφῶν· τὰς δὲ δοθείσας ἀποκρίσεις τοῖς ἔμπροσθεν πρὸς |
[ἡ]μᾶς ἀφικομένοις παρ’ ὑμῶν πρεσβευταῖς ἀνεδώκαμεν αὐτοῖς καθὼς | |
[ἠ]ξιοῦν ἡμᾶς, καὶ εἰς τὸ λοιπὸν δὲ πειρασόμεθα ἀεί τινος ἀγαθοῦ | |
[παρ]αίτιοι τοῖς Δελφοῖς γίνεσθαι διά τε τὸν θεὸν καὶ δι’ ὑμᾶς διὰ τὸ | |
πάτριον ἡμῖν εἶναι τοὺς θεοὺς σέβεσθαί τε καί τιμᾶν τοὺς ὄντας πάν- | |
25 | των αἰτίους τῶν ἀγαθῶν. |