[ ]
Phokis — Delphi — 192 BC — SGDI 2652
1 | θεοί. |
ἄρχοντος Κλεοδάμου, βουλευόντων Ἀμύντα, Θεοφράστου, Πραξία, ἔδοξε τᾶι πόλει τῶν | |
Δελφῶν· ἐπειδὴ ἐπανελθόντες θεωροὶ οἱ ἀποσταλέντες ἐπὶ τὰν ἐπαγγελίαν τῶν Πυ- | |
θίων Ἀμύντας καὶ Χαρίξενος ψάφισμά τε ἀνήνεγκαν παρὰ Χερσονασιτᾶν τῶν ἐκ̣ τ̣οῦ | |
5 | Πόντου, καθὼς ἦν λελυτρωμένοι ὑπ’ αὐτῶν καὶ πεπολυωρημένοι ἐμ πάντοις, κα̣[ὶ αὐ]- |
τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις ἀπολογιζόμενοι ἃν ἔχοιεν αἵρε[σιν] | |
ποτὶ τὰμ πόλιν τῶν Δελφῶν καὶ κοινᾶι καὶ καθ’ ἱδίαν πάντοις, καὶ νῦν ἀποστείλα[ντες] | |
Φορμίωνα καὶ Ἡρακλείδαν θυσίαν συνετέλεσαν τῶι θεῶι ἑκατόμβαν βούπρω[ιρον, καὶ] | |
δωδεκαΐδα βούπρωιρον τᾶι Ἀθάναι, καὶ τὰ κρέα τᾶμ βοῶν διένειμαν τοῖς πο̣λ̣[ίταις], | |
10 | ἐποιήσαντο δὲ καὶ αὐτοὶ τὰν ἐπιδαμίαν καταξίως καὶ αὐτῶν καὶ τῶν ἀποστειλάν- |
των αὐτούς, —— δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν, ἐπαινέσαι τε τᾶι πόλει τῶγ Χερσο- | |
νασιτᾶν τῶν ἐκ τοῦ Πόντου καὶ τοῖς ἀποσταλέντοις ὑπ’ αὐτῶν ἐπί τε τᾶι αἱρέσει | |
ἇι ἔχοντι καὶ εὐνοίαι ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν τῶν Δελφῶν· δεδόσθαι δὲ καὶ τᾶι | |
[πόλ]ει τῶν Χερσονασιτᾶν προμαντείαν, καὶ τοῖς ἀποσταλέντοις Φορμίωνι καὶ Ἡρα- | |
15 | [κλε]ίδαι προξενίαν. ἀναγράψαι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας τοὺς ἐνάρχους ἐν τῶι |
[ἱ]ερῶι τοῦ Ἀπόλλωνος· ἀποστεῖλαι δὲ καὶ ξένια τοῖς παραγεγονότοις Φορμίωνι | |
κ̣αὶ Ἡρα̣[κλε]ί̣δαι τοὺς ταμίας Χαρίξενον, Διόδωρον. |