[ ]
Phokis — Delphi — 194 BC
1 | [παρὰ τοῦ κοινοῦ τῶν Ἀμφικτιόνων]. |
[ἄρχοντος ἐν Δελφοῖς Πειθαγόρα, ἱερομναμονούντων. Αἰτωλῶν (11) — — —]· | |
[Δελφῶν τοῦ δεῖνος, τοῦ δεῖνος· Χίων τοῦ δεῖνος· Μαγνήτων Σωσικλέος]· | |
[γραμματεύοντος τοῦ δεῖνος ethnicum, Πυθίοις, ἔδοξε τοῖς ἱερομναμόνοις] | |
1 | [τῶν Ἀμφικτιόνων· ἐπειδὴ Σωσικλῆς Διοκλέος Μάγνης ἀπὸ Μαιάν]- |
[δρου ἐξαποσταλεὶς ὑ]πὸ τᾶς πόλιος τᾶς Μαγ[νήτων ἱερομνάμων τὰν] | |
[ἐνδαμίαν ἐποιήσατο] καλῶς καὶ ἐνδόξως, καὶ τὰ [κατὰ τὰς θυσίας συν]- | |
[ετέλεσεν ἀξίως τᾶς] τε τῶν Μαγνήτων πόλιος κ[αὶ τοῦ κοινοῦ τῶν] | |
5 | [Ἀμφικτιόνων, καὶ τ]ὰ κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [εὖ ἐπετέλεσε, καὶ] |
[τῶν ἀγωνοθετᾶν] καὶ τῶν συνιερ[ομν]αμόνων καλῶ[ς ἐπεμελήθη, ἐπαι]- | |
[νέσαι Σωσικλῆ Διο[κλέος Μάγνητ[α καὶ στεφανῶσα[ι αὐτὸν χρυσῶι] | |
[στεφάνωι ἀρετᾶς] ἕνεκεν καὶ εὐ[νοίας, ἇς] ἔχων διατελε[ῖ ποτὶ τοὺς] | |
[Ἀμφικτίονας. ἀνα]γορεῦσαι δὲ τὸν [στέφανο]ν Σωτηρίοις, κ[αθότι] [καὶ τοὺς] | |
10 | [ἄλλους στεφάνου]ς, ἐν τῶι ἀγῶνι τῶι [γυμν]ικῶι καθ’ ἕκασ[τον ἐνιαυ]- |
[τόν· τὰν δὲ ἐπιμέ]λειαν τῆς ἀναγγελίας ποιεῖσθαι ἐμ Μ[αγνησίαι τὸν] | |
[ἀγωνοθέτην τῶ]ν Λευκοφρυηνῶν. ὅπως δὲ καὶ ἐν τὸν ἅ[παντα χρό]- | |
[νον διαμένηι τ]ὰ δεδογμένα, ἀναγράψαι τόδε τὸ δόγμ[α ἐν στάλας δύ]- | |
[ο καὶ στᾶσαι τὰ]ν μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι, τὰν δὲ ἐ[μ Μαγνησίαι ἐν] | |
15 | [θεάτρωι· τὸ δὲ ἀ]νάλωμα τὸ ἐν τὰς στάλας δόμεν τὸ[ν γραμματῆ]. |