[ ] Phokis — Delphi — 194 BC
1            [παρὰ τοῦ κοινοῦ τῶν Ἀμφικτιόνων].
[ἄρχοντος ἐν Δελφοῖς Πειθαγόρα, ἱερομναμονούντων. Αἰτωλῶν (11) — — —]·
[Δελφῶν τοῦ δεῖνος, τοῦ δεῖνος· Χίων τοῦ δεῖνος· Μαγνήτων Σωσικλέος]·
[γραμματεύοντος τοῦ δεῖνος ethnicum, Πυθίοις, ἔδοξε τοῖς ἱερομναμόνοις]
1 [τῶν Ἀμφικτιόνων· ἐπειδὴ Σωσικλῆς Διοκλέος Μάγνης ἀπὸ Μαιάν]-
[δρου ἐξαποσταλεὶς ὑ]πὸ τᾶς πόλιος τᾶς Μαγ[νήτων ἱερομνάμων τὰν]
[ἐνδαμίαν ἐποιήσατο] καλῶς καὶ ἐνδόξως, καὶ τὰ [κατὰ τὰς θυσίας συν]-
[ετέλεσεν ἀξίως τᾶς] τε τῶν Μαγνήτων πόλιος κ[αὶ τοῦ κοινοῦ τῶν]
5 [Ἀμφικτιόνων, καὶ τ]ὰ κατὰ τὸν ἀγῶνα τῶν Πυθίων [εὖ ἐπετέλεσε, καὶ]
[τῶν ἀγωνοθετᾶν] καὶ τῶν συνιερ[ομν]αμόνων καλῶ[ς ἐπεμελήθη, ἐπαι]-
[νέσαι Σωσικλῆ Διο[κλέος Μάγνητ[α καὶ στεφανῶσα[ι αὐτὸν χρυσῶι]
[στεφάνωι ἀρετᾶς] ἕνεκεν καὶ εὐ[νοίας, ἇς] ἔχων διατελε[ῖ ποτὶ τοὺς]
[Ἀμφικτίονας. ἀνα]γορεῦσαι δὲ τὸν [στέφανο]ν Σωτηρίοις, κ[αθότι] [καὶ τοὺς]
10 [ἄλλους στεφάνου]ς, ἐν τῶι ἀγῶνι τῶι [γυμν]ικῶι καθ’ ἕκασ[τον ἐνιαυ]-
[τόν· τὰν δὲ ἐπιμέ]λειαν τῆς ἀναγγελίας ποιεῖσθαι ἐμ Μ[αγνησίαι τὸν]
[ἀγωνοθέτην τῶ]ν Λευκοφρυηνῶν. ὅπως δὲ καὶ ἐν τὸν ἅ[παντα χρό]-
[νον διαμένηι τ]ὰ δεδογμένα, ἀναγράψαι τόδε τὸ δόγμ[α ἐν στάλας δύ]-
[ο καὶ στᾶσαι τὰ]ν μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι, τὰν δὲ ἐ[μ Μαγνησίαι ἐν]
15 [θεάτρωι· τὸ δὲ ἀ]νάλωμα τὸ ἐν τὰς στάλας δόμεν τὸγραμματῆ].
Search Help
Contact Us