[ ]
Phokis — Delphi — ca. 211 BC — SGDI 2645; BCH 98.1974.159 — Pouilloux
1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενος |
εἰς τὰν πόλιν ἁμῶν Ματροφάνης Μενεκράτεος, θεοπρόπος καὶ πρεσβευτὰς | |
παρὰ τοῦ δήμου τοῦ Σαρδιανῶν, τά τε {τά τε} ὑπάρχοντα Δελφοῖς φιλάνθρωπα | |
ἐκ παλαιῶν χρόνων ποτὶ Σαρδιανοὺς ἀνανεοῦται καὶ ἐνφανίζει, ἃν ἔχοντι | |
5 | εὔνοιαν πάντες ποτὶ τὰν πόλιν τὰν ἁμετέραν, vacant 23 ll. |
ἀγαθᾶι τύχαι, δεδόχθαι· ἐπαινέσαι τὸν δῆμον τὸν Σαρδιανῶν ἐπὶ τᾶι εὐνοίαι | |
ἃν ἔχει ποτὶ Δελφούς, καὶ ὑπάρχειν αὐτοῖς τὰν δεδομέναν ἐ[ξ] ἀρχᾶς παρὰ τᾶς | |
πόλιος τᾶς Δελφῶν προμαντείαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ τἆλλα [ὅσα] | |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. εἶμεν δὲ καὶ τὰν πόλιν τῶν Δελ[φῶν] | |
10 | πρόξενον τᾶς πόλιος τᾶς Σαρδιανῶν, καὶ ἐπειδὴ ἀξιοῖ Ματροφάνης ἀποδεῖ̣[ξαι] |
τὸν προθύσοντα διὰ τὸ μὴ ὑπάρχειν πρόξενον Σαρδιανῶν, οὐ δυνατ{ῶν} ὄντων [αὐ]- | |
τῶν πλείον[ο]ς χρόνου παραγενέσσται εἰς τὸ μαντεῖον διὰ τὰς αἰτίας, | |
ἃς ἀπελογίσατο Ματροφάνης, προθύειν αὐτῶι τὰν πόλιν. | |
vacant versus duo |