[ ]
Phokis — Delphi — 230-200 BC — SGDI 2645
1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενος |
εἰς τὰν πόλιν ἁμῶν Ματροφάνης Μενεκράτεος θεόπροπος καὶ πρεσβευτὰς | |
παρὰ τοῦ δήμου τοῦ Σαρδιανῶν τά τε {τά τε} ὑπάρχοντα Δελφοῖς φιλάνθρωπα | |
ἐκ παλαιῶν χρόνων ποτὶ Σαρδιανοὺς ἀνανεοῦται καὶ ἐνφανίζει, ἃν ἔχοντι | |
5 | εὔνοιαν πάντες ποτὶ τὰν πόλιν ἁμετέραν, |
ἀγαθᾶι [τ]ύχαι, δεδόχθαι ἐπαινέσαι τὸν δῆμον τὸν Σαρδιανῶν ἐπὶ τᾶι εὐνοίαι, | |
ἃν ἔχει ποτὶ Δελφούς, καὶ ὑπάρχειν αὐτοῖς τὰν δεδομέναν ἐ[ξ] ἀρχᾶς παρὰ τᾶς | |
πόλιος τᾶς Δελφῶν προμαντείαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ τἆλλα [ὅσα] | |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. εἶμεν δὲ καὶ τὰν πόλιν τῶν Δε[λφῶν] | |
10 | πρόξενον τᾶς πόλιος τᾶς Σαρδιανῶν, καὶ ἐπειδὴ ἀξιοῖ Ματροφάνης ἀποδέ[ξασθαι] |
τὸν προθύσοντα διὰ τὸ μὴ ὑπάρχειν πρόξενον Σαρδιανοῖς, οὐ δυνατ<ῶν> ὄντων [αὐ]- | |
τῶν πλείονος χρόνου παραγενέσται εἰς τὸ μαντεῖον διὰ τὰς αἰτίας [— — —], | |
[ἃ]ς ἀπελογίσατο Ματροφάνης, προθύειν αὐτῶι τὰν πόλιν. |