[ ]
Phokis — Delphi — 218-217 BC
1 | θεοί. |
ἄρχοντος Ἀρχελάου, βουλευόντων Ταραντίνου, Γλαύκου, Βαβύλ[ου], | |
Ὀρθαίου, Νικοδάμου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν [ἐ]ν ἀγορᾶι τελείωι σὺ[μ] | |
ψάφοις ταῖς ἐννόμοις. ἐπειδὴ Πανταλέων [Νέ]ωνος Ἀρσινοεὺς ἐν | |
5 | τοῖς ἔνπροσθεν χρόνοις εὔ̣[ν]ους ὢν διετέλ[ει] τᾶι πόλει καὶ νῦν κατ[α]- |
σταθεὶς ὑπὸ τῶν Αἰτωλῶ̣[ν] ἐπιμελητὰς το[ῦ τ]ε ἱεροῦ καὶ τᾶς πόλ̣ιο̣ς̣ | |
ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν καὶ τὰν πόλ̣[ιν] διε̣φύλαξε καὶ τοῖς πο[λί]- | |
τ̣αις συνανεστράφη καλῶς καὶ εὐγνωμόνως, τάν τε ὑπάρχου̣σ̣α[ν] | |
ὁμόνοιαν ποτὶ αὐσαυτοὺς καὶ ποτὶ τοὺς Αἰτωλο̣ὺς ἐπὶ πλεῖον συ- | |
10 | ναύξησε, δεδόχθαι· ἐπαινέσαι Πανταλέοντα Ν̣έω[ν]ος Ἀρσινοέα |
εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας τᾶς ἐν τὸ ἱ̣ερὸν̣ κ̣αὶ τάν πόλιν, καὶ ε̣[ἰ]- | |
μεν αὐτὸν πρόξενον τᾶς πόλιος καὶ ἐκγόνους, ὑπάρχει<ν> δὲ αὐτὼι καὶ ἐκγό- | |
νοις προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοις ἀγώνοι[ς], | |
οὓς ἁ πόλις τίθητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται[ς] | |
15 | τοῦ ἱεροῦ καὶ τᾶς πόλιος· δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ ἐπινομίαν |
ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον. |