[ ]
Phokis — Delphi — 231 or 230 BC — SGDI 2520
1 | ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων· |
Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά- | |
ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτου̣ς· | |
Βοιωτῶν Οἰνάδου, Ξενοφάνους, γραμματεύοντος Μελανθίου Αἰτωλου· | |
5 | ἔδοξε τοῖς ἱερομνήμοσι, Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ- |
μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφά̣- | |
λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς | |
εἶναι καὶ ἐκγόνοις. | |
εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται, αὐτοὺς ὑποδίκους εἶμ[εν] | |
10 | ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας] |
τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι] | |
καὶ καταδικάζοντας καὶ πράσσον[τ]ας κυρίους εἶμεν. |