[ ] Phokis — Delphi — ca. 239 BC? — SGDI 2607
1 θεοί.
ἁ πόλις τῶν Δελφῶν ἔδωκε Τεισιμάχωι Λεοντίου ἀτέλειαν πάν-
των ὡς καὶ τοῖς ἄλλοις πολίταις, καὶ αὐτῶι καὶ ἐκγόνοις, καὶ γᾶς καὶ
οἰκίας ἔμπασιν. ἀντὶ δὲ τοῦ χειροτεχνίου τὸ προσκάνιον ἱστάτω
5 Ἡρακλείοις. ἄρχοντος Καλλικλεῦς, βουλευόντων Δαμαίου, Εὐρυ-
μήδευς, Ξενοδάμου, Στράτωνος, Κράτωνος.
Search Help
Contact Us