[ ]
Phokis — Delphi — 225 BC — SGDI 1409A; SEG 39.467
1 | θεοί. |
στραταγέοντος Ἀρκίσωνος, ἔδοξε τοῖς συνέδροις | |
Ἀθανίωνι Πάτρωνος Δελφῶι τὰν ἀσφάλειαν εἶμεν | |
καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν καὶ αὐτῶι καὶ τοῖς αὐτοῦ, | |
5 | ἐπιμελομένωι τᾶς πανοπλίας ἃν οἱ Ἀμφικτίονες ἀνα- |
τίθεντι καὶ τοῦ γυμνασίου καὶ τᾶς παστάδος τᾶς μεγά- | |
λας καὶ τῶν ἐργαστηρίων καὶ τοῦ ναοποιΐου ἐπιμελομένωι. | |
εἶμεν αὐτῶι τὰν ἀσφάλειαν καθώς κα οἱ σύνεδροι καὶ ὁ ἀρχι- | |
τέκτων συντάσσοιεν, καὶ εἴ κά τις αὐτὸν ἀδικῆι, τοὺς ἀντι- | |
10 | τυγχάνοντας συνέδρους τὰν ἐπιμέλειαν ὑπὲρ αὐτὸν |
ποιεῖσθαι. |