[ ]
Phokis — Delphi — 205? 138-133? BC — SGDI 2653
1 | ἀγαθᾶι τύχαι. Δελφοὶ ἔδωκαν Νικάνδρωι |
Ἀναξαγόρου Κολοφωνίωι, ἐπέων ποητᾶι, αὐ- | |
τῶι καὶ ἐγγόνοις προξενίαν, προμαντείαν, | |
ἀσυλίαν, προδικίαν, ἀτέλειαν πάντων, προε- | |
5 | δρίαν ἐν πάντεσ<σ>ι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τί- |
θητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος | |
Νικοδάμου, βουλευόντων Ἀρίστωνος, Νικοδάμου, Πλεί- | |
στωνος, Ξένωνος, Ἐπιχαρίδα. |