[ ]
Phokis — Delphi — undated — SGDI 2511
1 | θεοί. |
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Δαμοτίμον, Ἀνδρέα, Λευκία, Δίωνος, Δαμοτίμου, Φιλονίκου, Τιμαίου, | |
Μνασία, Θευδότου, Κλεοκύδου Χίου, Δελφῶν Δαμονίκου, Εὐθυδίκου, Βοιωτῶν Ἡροδάμου, Σωσικράτεος, Φωκέων Κλέωνος, | |
ἔδοξε τοῖς ἱερομνήμοσι [․․․․․․․17․․․․․․․․]· ἐπειδὴ Καλλ[ικλ]ῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνω[ν] | |
5 | διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως, |
ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλ[ικλ]ῆ Καλλικλέος Ἀθη[να]ῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δά- | |
φνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προ- | |
εδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες. |