[ ]
Phokis — Delphi — undated — SGDI 2511
| 1 | θεοί. |
| ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Δαμοτίμον, Ἀνδρέα, Λευκία, Δίωνος, Δαμοτίμου, Φιλονίκου, Τιμαίου, | |
| Μνασία, Θευδότου, Κλεοκύδου Χίου, Δελφῶν Δαμονίκου, Εὐθυδίκου, Βοιωτῶν Ἡροδάμου, Σωσικράτεος, Φωκέων Κλέωνος, | |
| ἔδοξε τοῖς ἱερομνήμοσι [․․․․․․․17․․․․․․․․]· ἐπειδὴ Καλλ[ικλ]ῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνω[ν] | |
| 5 | διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως, |
| ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλ[ικλ]ῆ Καλλικλέος Ἀθη[να]ῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δά- | |
| φνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προ- | |
| εδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες. |