[ ]
Phokis — Delphi — undated — SGDI 2512
1 | θεοί. |
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Λαοδάμεος, Ἀγελόχου, [Ἄ]κρωνος, Ἀρίστωνος, Ἀλεξάνδρου, Ἐριά[νθου], | |
Ἀλέξωνος, Ἀξι[ό]χου, Φιλοποίνου, Δημώνακτος Χίου, Δελφῶν Ταραντί[νου], Δε[ξ]ώνδα, Φωκέων Καλλικράτους, ἔδοξε τοῖς | |
ἱερομνήμοσι [․․․․․․․17․․․․․․․․]· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατελεῖ | |
5 | χρείας παρεχόμενος τοῖς <τε> ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως, |
ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε [Κα]λλι[κλῆ] Καλλικλέ[ος] Ἀ[θη]ναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι | |
δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προε- | |
δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες. |