[ ]
Phokis — Delphi — undated — SGDI 2509
| 1 | θεοί. |
| ἐπὶ Νικαΐδα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Στομᾶ, Φυσκίωνος, Φιλοδάμου, Πολεμάρ- | |
| χου, Ἀλεξάνδρου, Σιμύλου, Ἁγήμονος, Στρατάγου, Σθέννεος, Ἀμφίκλου Χίου, Δελφῶν Πραόχου, | |
| Κλεομάντιος, Βοιωτῶν Ἀνδροκλέος, Ἀρίστωνος, Φωκέων Νικάνδρο<υ>, ἔδοξε τοῖς ἱερομνήμο- | |
| 5 | σι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων |
| διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοῖς Ἕλλησιν | |
| ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλικλῆ Καλλικλέος Ἀθηναῖ- | |
| ον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι | |
| καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, | |
| 10 | οἷς τιθέασιν οἱ Ἀμφικτίονες. |