[ ] Phokis — Delphi — undated — SGDI 2508
1 θεοί.
ἐπὶ Ἀμύντα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Ἀριστοβούλου, Λέωνος, Ἀλε-
ξάνδρου, Νικιάδα, Γεννάδα, Παιδία, Ἀλαθίωνος, Νικοβούλου, Ἀντιλέωονος, Κωνωπίωνος
Χίου, Δελφῶν Νικομάχου, Ἀγάθωνος, Βοιωτῶν Θαρσία, Τιμόλα, Φωκέων Στράτωνος, ἔδοξε τοῖς ἱε-
5 ROMNH/MOSI KAI\ TOI=S A)GORATROI=S: E)PEIDH\ *KALLIKLH=S I(EROKHRUKEU/WN TW=I KOINW=I SUNEDRI/WI TW=N *)AM-
φικτυόνων διατελεῖ χρείας παρε[χ]όμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ-
λοις Ἕλλησιν ἃπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλικλῆ Καλλικλέ-
ος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέα-
10 σιν οἱ Ἀμφικτίονες.
Search Help
Contact Us