[ ]
Phokis — Delphi — 258-254 BC — SGDI 2510
1 | θεοί. |
ἐπὶ Δίωνος ἄρχοντος, ἱερομνημονούντων· Αἰτωλῶν Λυκώπου, Αἰακίδα, | |
Πολυκλείτου, Νικάνορος, Πανταινέτου, Δίωνος, Ἀλκιδάμου, Ἀγεμάχου, | |
Νικία· ἐχ Χίου Γάννωνος· Δελφῶν Ἐχεκρατίδα, Νικαΐδα· Βοιωτῶν Εὐπολέμο[υ]- | |
5 | Λανίκου· Φωκέων Ἀρχιδάμου· ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς· |
ἐπειδὴ Καλλικλῆς ἱεροκηρεκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατε- | |
λεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ- | |
λοις Ἕλλησιν ἅπασιν ἀνεγκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλι- | |
κλῆ Καλλικλέος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι | |
10 | παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ |
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτίονες. |