[ ]
Phokis — Delphi — 270 BC — SGDI 2507
1 | θεο[ί]. |
[ἐπὶ] Νικοδάμου ἄρχοντος, ἱερομνημονούντων Αἰτ[ωλῶν Τιμολόχου, Νεοπτολέ]- | |
[μου], Γέλωνος, Δικαιάρχου, Στρατάγου Κρωβύλου, Ἀνδρ[ομάχου, Ἀλεξάνδρου, Ξενο]- | |
[κρά]τους, Δελφῶν Ἀριστοκράτους, Ἄνδρωνος, Βοιωτῶν Φαείν[ου Φιλίππου· ἐπεὶδὴ] | |
5 | [Ἡρέ]ας ὑπηρετῶν τοῖς ἱερομνήμοσι ἐν Πυλαίαι καὶ ἐν Δελφοῖς κα[ὶ χρείας παρεχόμε]- |
νος χρόνον πολὺν τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων ἀνενκλήτ[ως διατελεῖ], | |
ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς, Πυθιοῖς· ἐπαινέσαι τε Ἡρέ[αν] Αἰσχρί̣ω̣[νος {²⁷Αἰσχριώ[νδα?}²⁷] | |
Λαμιῆ, οἰκοῦντα ἐν Ἡρακλείαι, καὶ στεφανῶσαι δάφνηι στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι [αὐ]- | |
τῶι προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, προεδρίαν, ἀτέλιαν πάντων. τὸν δὲ γραμματ[έα] | |
10 | ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς ἐν τῶι ἱερῶ[ι] |
τοῦ Ἀπόλλωνος. |