[ ]
Phokis — Delphi — 266 or 262 BC — SGDI 2513
1 | ἐπὶ Καλλικλέος ἄρχοντος, πυλαίας ὀπω- |
ρινῆς, ἱερομνημονούντων{ν} Αἰτωλῶν | |
Νικιάδα, Λυκέα, Μικκύλου, Ὑβρίλλου, Λέωνος, | |
Κρινολάου, Ἀντιλέωνος, Δαμοξένου, Ἀμυ- | |
5 | νάνδρου· Δελφῶν Δεξιθέου, Ἥρυος· Βοιωτῶν |
Φαινάνδρου, Πέρμωνος· Φωκέων Μενεξένου· | |
Λακεδαιμονίων Φαβέννου· ἔδωκαν οἱ ἱερο- | |
μνάμονες Μέντορι Δαμοσθένεος <Αἰτωλῶι> ἐκγ Ναυπά- | |
κτου αὐτῶι καὶ ἐκγόνοις προδικίαν καὶ ἀσφά- | |
10 | λειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν πάντων, |
καὶ σκανὰν ἐμ πυλαίαι τὰν πρώταν ὑπάρχειν αὐ- | |
τῶι, ἐπιμελωμένωι καὶ κατασκευάζοντι τὸν | |
κόσμον τᾶι Ἀθάναι τᾶι Προναίαι. |