[ ]
Phokis — Delphi — 274/3 BC — SGDI 2582
1 | θεοί. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Εὐγείτων | |
Τύχωνος Ταναγραῖος ἱερομναμονήσας εὐεργέ- | |
τας ἐγένετο τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τὰ δίκαια πράσ- | |
5 | σων, δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, |
προμαντείαν, ἀσυλίαν, ἐπιτιμὰν καθάπερ Δελφοῖς, | |
προεδρίαν ἐμ πάντεσσι τοῖς ἀγώνεσσι οὓς ἁ πό- | |
λις ἄγει καὶ τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις | |
εὐεργέταις καὶ προξένοις. ἄρχοντος Ἡρακλεί- | |
10 | δα, βουλευόντων Στράτωνος, Κλευφάνευς, |
Ἀθάμβου, Αἰνησίλα. |