[ ]
Phokis — Delphi — ca. 292 BC
| — — — | |
| 1 | — — —c.20— — —ν̣ τῶι κοινῶ[ι ἑτοιμάσ]αι τοὺς ὁπλ[ί]- |
| [τας γεγραμμένου]ς· στήλας δὲ στῆσαι ἀναγράψαντας | |
| [τήν τε συμμαχ]ίαν καὶ τὸν ὅρκον ἐμ μὲν Αἰτωλίαι ἐν Θέρμωι | |
| [καὶ ἐν — —c.9— —]#⁷ίαι καὶ ἐλ Λοφρίωι, ἐν δὲ Βοιωτοῖς ἐν τῶι ἱερῶι | |
| 5 | [τοῦ Ποσει]δ̣[ῶ]ν̣ος̣ ἐ̣ν̣ Ὀγχηστῶι καὶ ἐν Ἀλαλκομενείωι καὶ ἐγ Κο- |
| [ρωνείαι] ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, καὶ κοινὴν ἐν Δελφοῖς. ὀμό- | |
| [σαι δ]ὲ τὸν ὅρκον ἑκατέρους τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Πο- | |
| [σειδ]ῶ, Ἄρη, Ἀθηνᾶν Ἀρείαν, θ[εο]ὺς πάντας καὶ πάσας· συμμα- | |
| [χήσ]ω κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς γεγενημένας | |
| 10 | [Βοιωτ]ο̣ῖς καὶ Αἰτωλοῖς καὶ Φωκεῦσιν τοῖς μετ’ Αἰτωλῶν ἀδόλως |
| [οὐδὲ] ἐνκαταλείψω οὔτε πολέμου ὄντος οὔτε εἰρήνης, | |
| [ἀλλὰ βο]ηθήσω παντὶ σθένει καθότι ἂν παρακαλῶσι· εἰ μὲν εὐ- | |
| [ορκέω] πολλά μοι κἀγαθὰ εἴησαν, εἰ δ’ ἐφιορκοίην ἐξώλης εἴην | |
| [αὐτὸς καὶ τὸ] γένος. εἰ δέ τις ὅπλα ἐπιφέροι ἐπὶ Βοιωτοὺς ἐπὶ πο- | |
| 15 | [λέμωι ἢ ἐπ’] Αἰτωλούς, βοηθεῖν ἀλλήλοις παντὶ σθένει. |
| [ἐπὶ μὲν ἄρχον]τος Βοιωτοῖς Ἠσχύ[λου —c.7—]ρ̣ο[— —] | |
| [— —c.10— —ο]υ Θεσπιέος | |
| — — —ατανα— — — |