[ ]
Phokis — Delphi — ca. 292 BC
— — — | |
1 | — — —c.20— — —ν̣ τῶι κοινῶ[ι ἑτοιμάσ]αι τοὺς ὁπλ[ί]- |
[τας γεγραμμένου]ς· στήλας δὲ στῆσαι ἀναγράψαντας | |
[τήν τε συμμαχ]ίαν καὶ τὸν ὅρκον ἐμ μὲν Αἰτωλίαι ἐν Θέρμωι | |
[καὶ ἐν — —c.9— —]#⁷ίαι καὶ ἐλ Λοφρίωι, ἐν δὲ Βοιωτοῖς ἐν τῶι ἱερῶι | |
5 | [τοῦ Ποσει]δ̣[ῶ]ν̣ος̣ ἐ̣ν̣ Ὀγχηστῶι καὶ ἐν Ἀλαλκομενείωι καὶ ἐγ Κο- |
[ρωνείαι] ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, καὶ κοινὴν ἐν Δελφοῖς. ὀμό- | |
[σαι δ]ὲ τὸν ὅρκον ἑκατέρους τόνδε· ὀμνύω Δία, Γῆν, Ἥλιον, Πο- | |
[σειδ]ῶ, Ἄρη, Ἀθηνᾶν Ἀρείαν, θ[εο]ὺς πάντας καὶ πάσας· συμμα- | |
[χήσ]ω κατὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς γεγενημένας | |
10 | [Βοιωτ]ο̣ῖς καὶ Αἰτωλοῖς καὶ Φωκεῦσιν τοῖς μετ’ Αἰτωλῶν ἀδόλως |
[οὐδὲ] ἐνκαταλείψω οὔτε πολέμου ὄντος οὔτε εἰρήνης, | |
[ἀλλὰ βο]ηθήσω παντὶ σθένει καθότι ἂν παρακαλῶσι· εἰ μὲν εὐ- | |
[ορκέω] πολλά μοι κἀγαθὰ εἴησαν, εἰ δ’ ἐφιορκοίην ἐξώλης εἴην | |
[αὐτὸς καὶ τὸ] γένος. εἰ δέ τις ὅπλα ἐπιφέροι ἐπὶ Βοιωτοὺς ἐπὶ πο- | |
15 | [λέμωι ἢ ἐπ’] Αἰτωλούς, βοηθεῖν ἀλλήλοις παντὶ σθένει. |
[ἐπὶ μὲν ἄρχον]τος Βοιωτοῖς Ἠσχύ[λου —c.7—]ρ̣ο[— —] | |
[— —c.10— —ο]υ Θεσπιέος | |
— — —ατανα— — — |