[ ]
Phokis — Delphi — 324 BC — IPark 51,5 — Thür and Taeuber
— — — | |
1 | — — — — — — — — — — —ΣΗ[— — — — — — — — βασι]- |
[λεὺς Ἀλέξ]ανδρος τὸ διάγρ[α]μμα, γραφῆναι κατὺ τὰ ἐ- | |
[πανωρ]θώσατυ ἁ πόλις τὰ ἰν τοῖ διαγράμματι ἀντιλ- | |
εγόμενα. {²§1}² τὸς φυγάδας τὸς κατενθόντας τὰ πατρῶια | |
5 | κομίζεσθαι, ἐς τοῖς ἔφευγον, καὶ τὰ ματρῶια, ὅσαι ἀ- |
νέσδοτοι τὰ πάματα κατῆχον καὶ οὐκ ἐτύνχανον ἀδ- | |
ελφεὸς πεπαμέναι· εἰ δέ τινι ἐσδοθένσαι συνέπεσ- | |
ε τὸν ἀδελφεὸν καὶ αὐτὸν καὶ τὰν γενεὰν ἀπολέσθα- | |
ι, καὶ τανὶ ματρῶια ἦναι, ἀνώτερον δὲ μηκέτι ἦναι. {²§2}² ἐ- | |
10 | πὲς δὲ ταῖς οἰκίαις μίαν ἕκαστον ἔχεν κατὺ τὸ διά- |
γραμμα· εἰ δέ τις ἔχει οἰκία κᾶπον π̣ὸς αὐτᾶι, ἄ<λλ>ον̣ μ- | |
ὴ λαμβανέτω· εἰ δὲ πὸς τᾶι οἰκίαι μὴ πόεστι κᾶπος, ἐ- | |
ξαντίαι δ’ ἔστι ἰσόθι πλέθρω, λαμβανέτω τὸν κᾶπον· | |
εἰ δὲ πλέον ἀπέχων ὁ κᾶπός ἐστι πλέθρω, τωνὶ τὸ ἥμι- | |
15 | σσον λαμβανέτω, ὥσπερ καὶ τῶν ἄλλων χωρίων γέγρα- |
πται· τᾶν δὲ οἰκιᾶν τιμὰν κομιζέσθω τῶ οἴκω ἑκάστ- | |
ω δύο μνᾶς, τὰν δὲ τιμασίαν ἦναι τᾶν οἰκιᾶν κατάπε- | |
ρ ἁ πόλις νομίζει· τῶν δὲ κάπων διπλάσιον τὸ τίμαμ- | |
α κομίζεσθαι ἢ ἐς τοῖ νόμοι. {²§3}² τὰ δὲ χρήματα ἀφεῶσθα- | |
20 | ι τὰν πόλιν καὶ μὴ ἀπυλιῶναι μήτε τοῖς φυγάσι μήτ- |
ε τοῖς πρότερον οἴκοι πολιτεύονσι. {²§4}² ἐπὲς δὲ ταῖς π- | |
αναγορίαις, ταῖς ἐσλελοίπασι οἱ φυγάδες, τὰν πόλ- | |
ιν βωλεύσασθαι ὅ, τι δ’ ἂν βωλεύσητοι ἁ πόλις, κύριο- | |
ν ἔστω. {²§5}² τὸ δὲ δικαστήριον τὸ ξενικὸν δικάζεν ἑξήκ- | |
25 | οντα ἁμερᾶν· ὅσοι δ’ ἂν ἰν ταῖς ἑξήκοντα ἁμέραις μὴ |
διαδικάσωντοι, μὴ ἦναι αὐτοῖς δικάσασθαι ἐπὲς τ- | |
οῖς πάμασι ἰν τοῖ ξενικοῖ δικαστηρίοι, ἀλλ’ ἰν τοῖ | |
πολιτικοῖ ἀΐ· εἰ δ’ ἄν τι ὕστερον ἐφευρίσκωνσι, ἰν ἁ- | |
μέραις ἑξήκοντα ἀπὺ τᾶι ἂν ἁμέραι τὸ δικαστήριο- | |
30 | ν καθιστᾶ· εἰ δ’ ἂν μηδ’ ἰν ταῖννυ διαδικάσητοι, μηκέ- |
τι ἐξέστω αὐτῶι δικάσασθαι· εἰ δ’ ἄν τινες ὕστερον | |
κατέ̣νθωνσι, τῶ δικαστηρίω τῶ ξενικῶ [μ]ηκέτι ἐόντ- | |
ος, ἀπυγραφέσθω πὸς τὸς στραταγὸς τὰ πάματα ἰν ἁμ- | |
έραις ἑξήκοντα, καὶ εἰκ ἄν τι αὐτοῖς ἐ[π]απύλογον ἦ- | |
35 | ι, δικαστήριον ἦναι Μαντινέαν· εἰ δ’ [ἂν μὴ] διαδικάσ- |
ητοι ἰν ταινὶν ταῖς ἁμέραις, μηκέτ[ι] ἦναι αὐτοῖ δι- | |
κάσασθαι. {²§6}² ἐπὲς δὲ τοῖς ἱεροῖς χρήμασιν ․ΛΩ․․․Ν τ- | |
οῖς ὀφειλήμασι, τὰ μὲμ πὸς τὰν θεὸν ἁ πόλις διωρθώ- | |
σατυ, ὁ ἔχων τὸ πᾶμα ἀπυδότω τῶι κατηνθηκότι τὸ ἥμ- | |
40 | ισσον κατάπερ οἱ ἄλλοι· ὅσοι δὲ αὐτοὶ ὤφηλον τᾶι θ- |
εοῖ συνινγύας ἢ ἄλλως, εἰ μὲν ἂν φαίνητοι ὁ ἔχων τὸ | |
πᾶμα διωρθωμένος τᾶι θεοῖ τὸ χρέος, ἀπυδότω τὸ ἥμ- | |
ισσον τῶι κατιόντι, κατάπερ οἱ ἄλλοι, μηδὲν παρέλ- | |
[κ]ων· εἰ δ’ ἂν μὴ φαίνητοι ἀπυδεδωκὼς τᾶι θεοῖ, ἀπυδό- | |
45 | τω τοῖ κατιόντι τὸ ἥμισσον τῶ πάματος, ἐς δὲ τοῖ ἡμ- |
ίσσοι αὐτὸς τὸ χρέος διαλυέτω· εἰ δ’ ἂν μὴ βόλητοι δ- | |
ιαλῦσαι, ἀπυδότω τοῖ κατιόντι τὸ πᾶμα ὅλον, ὁ δὲ κο- | |
μισάμενος διαλυσάτω τὸ χρέος τᾶι θεοῖ πᾶν. {²§7}² ὅσαι δ- | |
ὲ γυναῖκες τῶν φυγάδων ἢ θυγατέρες οἴκοι μίνονσ- | |
50 | αι ἐγά[μ]αντυ ἢ φυγόνσαι ὕστερον ἐγάμαντυ [ἰ]ν Τεγέ- |
αν κα[ὶ] ἐπίλυσιν ὠνήσαντυ οἴκοι μίνονσαι, ταννὶ μ- | |
ήτ’ ἀ[πυδοκ]ιμά̣ζεσθαι τὰ πατρῶια μήτε τὰ ματρῶια μ- | |
ηδὲ τὸς ἐσγόνος, ὅσοι μὴ ὕστερον ἔφυγον δι’ ἀνάγκα- | |
ς καὶ ἰν τοῖ νῦν ἐόντι καιροῖ καθέρπονσι ἢ αὐταὶ ἢ | |
55 | παῖδες, ταννὶ δοκιμάζεσθαι καὶ αὐτὰς καὶ τὸς ἐς τ- |
αιννὶ ἐσγόνος τὰ πατρῶια καὶ τὰ ματρῶια κὰ τὸ διά- | |
γραμμα. {²§8}² ὀμνύω Δία Ἀθάναν Ἀπόλλωνα Ποσειδᾶνα, εὐν- | |
οήσω τοῖς κατηνθηκόσι τοῖς ἔδοξε τᾶι πόλι κατυδ- | |
έχεσθαι, καὶ οὐ μνησικακήσω τῶννυ οὐ̣δε̣ν[ὶ] τ[ὰ] ἂν̣ ἀμ̣- | |
60 | π̣[ε]ίση ἀπὺ τᾶι ἁμέραι τᾶι τὸν ὅρκον ὤμοσα, οὐδὲ δια- |
κωλύσω τὰν τῶν κατηνθηκότων σωτηρίαν, οὔτε ἐν τᾶ- | |
ι ․․Σ․․ΥΛΛΙΙΛ̣ οὔτε ἰν τοῖ κοινοῖ τᾶς πόλιος ․ΛΙΙ․․․ | |
Λ․Σ̣Κ̣ΛΙΣ̣․․ΛΙ δ̣ι̣ά̣γ̣ραμ̣μ̣α ․Ι̣Ι̣․Ι̣ πὸς τὸς κατηνθηκό- | |
[τ]ας ․․ΙΙΤ․Λ․ΛΛΙΛ̣Ι̣Ι̣Λ̣ τ̣ᾶι̣ πόλι Δ․ΤΙΣΛ̣Σ̣ΙΛ̣ΕΚ․ΙΙΙ․ΤΙ̣ | |
65 | ․․․․․ΙΙΛ [τ]ὰ ἰν τοῖ διαγρά[μμ]ατι γεγραμμένα ΤΛΕΣ |
ΙΙΡ․ΛΙΛΙΡΛΙΙΛ․ΛΙ̣Λ̣Λ̣․․ [ο]ὐδὲ βωλεύσω πὸς οὐδένα. |