[ ]
Phokis — Delphi — stoich. 41 — 324 BC — SEG 1.211; IG 5,2.p.36; Buck.22 — Plassart — BCH 038.1914.101
1 | — — — — — — — — — — — — — — — — — — —ση[— — — βασι]- |
[λεὺς Ἀλέξ]ανδρος τὸ διάγ̣ρ̣[α]μμα, γραφῆναι κατὺ τά ἐ- | |
[πανωρ]θώσατυ ἁ πόλις τὰ ἰν τοῖ διαγράμματι ἀντιλ- | |
εγόμενα. τὸς φυγάδας τὸς κατενθόντας τὰ πατρῶια | |
5 | κομίζεσθαι, ἐς τοῖς ἔφευγον, καὶ τὰ ματρῶια, ὅσαι ἀ- |
νέσδοτοι τὰ πάματα κατῆχον καὶ οὐκ ἐτύνχανον ἀδ- | |
ελφεὸς πεπαμέναι. εἰ δέ τινι ἐσδοθένσαι συνέπεσ- | |
ε τὸν ἀδελφεὸν καὶ αὐτὸν καὶ τὰν γενεὰν ἀπολέσθα- | |
ι, καὶ τανὶ ματρῶια ἦναι, ἀνώτερον δὲ μηκέτι ἦναι. ἐ- | |
10 | πὲς δὲ ταῖς οἰκίαις μίαν ἕκαστον ἔχεν κατὺ τὸ διά- |
γραμμα. εἰ δέ τις ἔχει οἰκία κᾶπον [π]ὸς αὐτᾶι, ἄλ̣λ̣ον μ- | |
ὴ λαμβανέτω. εἰ δὲ πὸς τᾶι οἰκίαι μὴ πόεστι κᾶπος, ἐ- | |
ξαντίαι δ’ ἔστι ἰσόθι πλέθρω, λαμβανέτω τὸν κᾶπον· | |
εἰ δὲ πλέον ἀπέχων ὁ κᾶπός ἐστι πλέθρω, τωνὶ τὸ ἥμι- | |
15 | σσον λαμβανέτω, ὥσπερ καὶ τῶν ἄλλων χωρίων γέγρα- |
πται. τᾶν δὲ οἰκιᾶν τιμὰν κομιζέσθω τῶ οἴκω ἑκάστ- | |
ω δύο μνᾶς, τὰν δὲ τιμασίαν ἦναι τᾶν οἰκιᾶν κατάπε- | |
ρ ἁ πόλις νομίζει, τῶν δὲ κάπων διπλάσιον τὸ τίμαμ- | |
α κομίζεσθαι ἢ ἐς τοῖ νόμοι, τὰ δὲ χρήματα ἀφεῶσθα- | |
20 | ι τὰν πόλιν καὶ μὴ ἀπυλιῶναι μήτε τοῖς φυγάσι μήτ- |
ε τοῖς πρότερον οἴκοι πολιτεύονσι. ἐπὲς δὲ ταῖς π- | |
αναγορίαις, ταῖς ἐσλελοίπασι οἱ φυγάδες, τὰν πόλ- | |
ιν βωλεύσασθαι ὅτι δ’ ἂν βωλεύσητοι ἁ πόλις, κύριο- | |
ν ἔστω. τὸ δὲ δικαστήριον τὸ ξενικὸν δικάζεν ἑξήκ- | |
25 | οντα ἁμερᾶν. ὅσοι δ’ ἂν ἰν ταῖς ἑξήκοντα ἀμέραις μὴ |
διαδικάσωντοι, μὴ ἦναι αὐτοῖς δικάσασθαι ἐπὲς τ- | |
οῖς πάμασι ἰν τοῖ ξενικοῖ δικαστηρίοι, ἀλλ’ ἰν τοῖ | |
πολιτικοῖ ἀΐ· εἰ δ’ ἄν τι ὕστερον ἐφευρίσκωνσι, ἰν ἁ- | |
μέραις ἑξήκοντα ἀπὺ ταῖ ἂν ἁμέραι τὸ δικαστήριο- | |
30 | ν καθιστᾶ. εἰ δ’ ἂν μηδ’ ἰν ταῖννυ διαδικάσητοι, μηκέ- |
τι ἐξέστω αὐτῶι δικάσασθαι· εἰ δ’ ἄν τινες ὕστερον | |
κατέ̣νθωνσι, τῶ δικαστηρίω τῶ ξενικῶ [μ]ηκέτι ἐόντ- | |
ος, ἀπυγραφέσθω πὸς τὸς στραταγὸς τὰ πάματα ἰν ἁμ- | |
έραις ἑξήκοντα, καὶ εἰκ ἄν τι αὐτοῖς ἐ[π]απύλογον ἦ- | |
35 | ι, δικαστήριον ἦναι Μαντινέαν· εἰ δ’ [ἂν μὴ] διαδικάσ- |
ητοι ἰν ταινὶν ταῖς ἁμέραις, μηκέτ[ι] ἦναι αὐτοῖ δι- | |
κάσασθαι. ἐπὲς δὲ τοῖς ἱεροῖς χρήμασιν ․λω․․․ν τ- | |
οῖς ὀφειλήμασι, τὰ μὲμ πὸς τὰν θεὸν ἁ πόλις διωρθώ- | |
σατυ, ὁ ἔχων τὸ πᾶμα ἀπυδότω τῶι κατηνθηκότι τὸ ἥμ- | |
40 | ισσον κατάπερ οἱ ἄλλοι· ὅσοι δὲ αὐτοὶ ὤφηλον ταῖ θ- |
εοῖ συνινγύας ἢ ἄλλως, εἰ μὲν ἂν φαίνητοι ὁ ἔχων τὸ | |
πᾶμα διωρθωμένος ταῖ θεοῖ τὸ χρέος, ἀπυδότω τὸ ἥμ- | |
ισσον τῶι κατιόντι, κατάπερ οἱ ἄλλοι, μηδὲν παρέλ- | |
[κ]ων· εἰ δ’ ἂν μὴ φαίνητοι ἀπυδεδωκὼς τᾶι θεοῖ, ἀπυδό- | |
45 | τω τοῖ κατιόντι τὸ ἥμισσον τῶ πάματος, ἐς δὲ τοῖ ἡμ- |
ίσσοι αὐτὸς τὸ χρέος διαλυέτω· εἰ δ’ ἂν μὴ βόλητοι δ- | |
ιαλῦσαι, ἀπυδότω τοῖ κατιόντι τὸ πᾶμα ὅλον, ὁ δὲ κο- | |
μισάμενος διαλυσάτω τὸ χρέος τᾶι θεοῖ πᾶν. ὅσαι δ- | |
ὲ γυναῖκες τῶν φυγάδων ἢ θυγατέρες οἴκοι μίνονσ- | |
50 | αι ἐγά[μ]αντυ ἢ φυγόνσαι ὕστερον ἐγάμαντυ [ἰ]ν Τεγέ- |
αν κα[ὶ] ἐπίλυσιν ὠνήσαντυ οἴκοι μίνονσαι, ταννὶ μ- | |
ήτ’ ἀ[πυδοκ]ιμάζεσθαι τὰ πατρῶια μήτε τὰ ματρῶια μ- | |
ηδὲ τὸς ἐσγόνος, ὅσοι μὴ ὕστερον ἔφυγον δι’ ἀνάγκα- | |
ς καὶ ἰν τοῖ νῦν ἐόντι καιροῖ καθέρπονσι ἢ αὐταὶ ἢ | |
55 | παῖδες ταννί, δοκιμάζεσθαι καὶ αὐτὰς καὶ τὸς ἐς τ- |
αιννὶ ἐσγόνος τὰ πατρῶια καὶ τὰ ματρῶια κὰ τὸ διά- | |
γραμμα. ὀμνύω Δία Ἀθάναν Ἀπόλλωνα Ποσειδᾶνα, εὐν- | |
οήσω τοῖς κατηνθηκόσι τοῖς ἔδοξε ταῖ πόλι κατυδ- | |
έχεσθαι, καὶ οὐ μνησικακήσω τῶννυ οὐδεν[ὶ] τ[ὰ] ἂν ἀμ- | |
60 | π[ε]ίση ἀπὺ τᾶι ἁμέραι τᾶι τὸν ὅρκον ὤμοσα, οὐδὲ δια- |
κωλύσω τὰν τῶν κατηνθηκότων σωτηρίαν, οὔτε ἰν τᾶ- | |
ι ․․․․9․․․․ οὔτε ἰν τοῖ κοινοῖ τᾶς πόλιος ․․6․․․ | |
․․ς, καὶ σ․․․․․․․․18․․․․․․․․ πὸς τὸς κατηνθηκό- | |
[τ]ας ․․․․․13․․․․․․ τᾶι πόλι ․․․․․․․17․․․․․․․․ | |
65 | ․․6․․․α [τ]ὰ ἰν τοῖ διαγρά[μμ]ατι γεγραμμένα τὰ ἐς |
[․․․․․․․․19․․․․․․․․․ ο]ὐδὲ βωλεύσω πὸς οὐδένα. |