[ ] Phokis — Delphi — stoich. 41 — 324 BC — SEG 1.211; IG 5,2.p.36; Buck.22 — Plassart — BCH 038.1914.101
1 — — — — — — — — — — — — — — — — — — —ση[— — — βασι]-
[λεὺς Ἀλέξ]ανδρος τὸ διάγ̣ρ̣[α]μμα, γραφῆναι κατὺ τά ἐ-
[πανωρ]θώσατυ ἁ πόλις τὰ ἰν τοῖ διαγράμματι ἀντιλ-
εγόμενα. τὸς φυγάδας τὸς κατενθόντας τὰ πατρῶια
5 κομίζεσθαι, ἐς τοῖς ἔφευγον, καὶ τὰ ματρῶια, ὅσαι ἀ-
νέσδοτοι τὰ πάματα κατῆχον καὶ οὐκ ἐτύνχανον ἀδ-
ελφεὸς πεπαμέναι. εἰ δέ τινι ἐσδοθένσαι συνέπεσ-
ε τὸν ἀδελφεὸν καὶ αὐτὸν καὶ τὰν γενεὰν ἀπολέσθα-
ι, καὶ τανὶ ματρῶια ἦναι, ἀνώτερον δὲ μηκέτι ἦναι. ἐ-
10 πὲς δὲ ταῖς οἰκίαις μίαν ἕκαστον ἔχεν κατὺ τὸ διά-
γραμμα. εἰ δέ τις ἔχει οἰκία κᾶπον [π]ὸς αὐτᾶι, ἄλ̣λ̣ον μ-
ὴ λαμβανέτω. εἰ δὲ πὸς τᾶι οἰκίαι μὴ πόεστι κᾶπος, ἐ-
ξαντίαι δ’ ἔστι ἰσόθι πλέθρω, λαμβανέτω τὸν κᾶπον·
εἰ δὲ πλέον ἀπέχων ὁ κᾶπός ἐστι πλέθρω, τωνὶ τὸ ἥμι-
15 σσον λαμβανέτω, ὥσπερ καὶ τῶν ἄλλων χωρίων γέγρα-
πται. τᾶν δὲ οἰκιᾶν τιμὰν κομιζέσθω τῶ οἴκω ἑκάστ-
ω δύο μνᾶς, τὰν δὲ τιμασίαν ἦναι τᾶν οἰκιᾶν κατάπε-
ρ ἁ πόλις νομίζει, τῶν δὲ κάπων διπλάσιον τὸ τίμαμ-
α κομίζεσθαι ἢ ἐς τοῖ νόμοι, τὰ δὲ χρήματα ἀφεῶσθα-
20 ι τὰν πόλιν καὶ μὴ ἀπυλιῶναι μήτε τοῖς φυγάσι μήτ-
ε τοῖς πρότερον οἴκοι πολιτεύονσι. ἐπὲς δὲ ταῖς π-
αναγορίαις, ταῖς ἐσλελοίπασι οἱ φυγάδες, τὰν πόλ-
ιν βωλεύσασθαι ὅτι δ’ ἂν βωλεύσητοι ἁ πόλις, κύριο-
ν ἔστω. τὸ δὲ δικαστήριον τὸ ξενικὸν δικάζεν ἑξήκ-
25 οντα ἁμερᾶν. ὅσοι δ’ ἂν ἰν ταῖς ἑξήκοντα ἀμέραις μὴ
διαδικάσωντοι, μὴ ἦναι αὐτοῖς δικάσασθαι ἐπὲς τ-
οῖς πάμασι ἰν τοῖ ξενικοῖ δικαστηρίοι, ἀλλ’ ἰν τοῖ
πολιτικοῖ ἀΐ· εἰ δ’ ἄν τι ὕστερον ἐφευρίσκωνσι, ἰν ἁ-
μέραις ἑξήκοντα ἀπὺ ταῖ ἂν ἁμέραι τὸ δικαστήριο-
30 ν καθιστᾶ. εἰ δ’ ἂν μηδ’ ἰν ταῖννυ διαδικάσητοι, μηκέ-
τι ἐξέστω αὐτῶι δικάσασθαι· εἰ δ’ ἄν τινες ὕστερον
κατέ̣νθωνσι, τῶ δικαστηρίω τῶ ξενικῶ [μ]ηκέτι ἐόντ-
ος, ἀπυγραφέσθω πὸς τὸς στραταγὸς τὰ πάματα ἰν ἁμ-
έραις ἑξήκοντα, καὶ εἰκ ἄν τι αὐτοῖς ἐ[π]απύλογον ἦ-
35 ι, δικαστήριον ἦναι Μαντινέαν· εἰ δ’ [ἂν μὴ] διαδικάσ-
ητοι ἰν ταινὶν ταῖς ἁμέραις, μηκέτ[ι] ἦναι αὐτοῖ δι-
κάσασθαι. ἐπὲς δὲ τοῖς ἱεροῖς χρήμασιν ․λω․․․ν τ-
οῖς ὀφειλήμασι, τὰ μὲμ πὸς τὰν θεὸν ἁ πόλις διωρθώ-
σατυ, ὁ ἔχων τὸ πᾶμα ἀπυδότω τῶι κατηνθηκότι τὸ ἥμ-
40 ισσον κατάπερ οἱ ἄλλοι· ὅσοι δὲ αὐτοὶ ὤφηλον ταῖ θ-
εοῖ συνινγύας ἢ ἄλλως, εἰ μὲν ἂν φαίνητοι ὁ ἔχων τὸ
πᾶμα διωρθωμένος ταῖ θεοῖ τὸ χρέος, ἀπυδότω τὸ ἥμ-
ισσον τῶι κατιόντι, κατάπερ οἱ ἄλλοι, μηδὲν παρέλ-
[κ]ων· εἰ δ’ ἂν μὴ φαίνητοι ἀπυδεδωκὼς τᾶι θεοῖ, ἀπυδό-
45 τω τοῖ κατιόντι τὸ ἥμισσον τῶ πάματος, ἐς δὲ τοῖ ἡμ-
ίσσοι αὐτὸς τὸ χρέος διαλυέτω· εἰ δ’ ἂν μὴ βόλητοι δ-
ιαλῦσαι, ἀπυδότω τοῖ κατιόντι τὸ πᾶμα ὅλον, ὁ δὲ κο-
μισάμενος διαλυσάτω τὸ χρέος τᾶι θεοῖ πᾶν. ὅσαι δ-
ὲ γυναῖκες τῶν φυγάδων ἢ θυγατέρες οἴκοι μίνονσ-
50 αι ἐγά[μ]αντυ ἢ φυγόνσαι ὕστερον ἐγάμαντυ [ἰ]ν Τεγέ-
αν κα[ὶ] ἐπίλυσιν ὠνήσαντυ οἴκοι μίνονσαι, ταννὶ μ-
ήτ’ ἀ[πυδοκ]ιμάζεσθαι τὰ πατρῶια μήτε τὰ ματρῶια μ-
ηδὲ τὸς ἐσγόνος, ὅσοι μὴ ὕστερον ἔφυγον δι’ ἀνάγκα-
ς καὶ ἰν τοῖ νῦν ἐόντι καιροῖ καθέρπονσι ἢ αὐταὶ ἢ
55 παῖδες ταννί, δοκιμάζεσθαι καὶ αὐτὰς καὶ τὸς ἐς τ-
αιννὶ ἐσγόνος τὰ πατρῶια καὶ τὰ ματρῶια κὰ τὸ διά-
γραμμα. ὀμνύω Δία Ἀθάναν Ἀπόλλωνα Ποσειδᾶνα, εὐν-
οήσω τοῖς κατηνθηκόσι τοῖς ἔδοξε ταῖ πόλι κατυδ-
έχεσθαι, καὶ οὐ μνησικακήσω τῶννυ οὐδεν[ὶ] τ[ὰ] ἂν ἀμ-
60 π[ε]ίση ἀπὺ τᾶι ἁμέραι τᾶι τὸν ὅρκον ὤμοσα, οὐδὲ δια-
κωλύσω τὰν τῶν κατηνθηκότων σωτηρίαν, οὔτε ἰν τᾶ-
ι ․․․․9․․․․ οὔτε ἰν τοῖ κοινοῖ τᾶς πόλιος ․․6․․․
․․ς, καὶ σ․․․․․․․․18․․․․․․․․ πὸς τὸς κατηνθηκό-
[τ]ας ․․․․․13․․․․․․ τᾶι πόλι ․․․․․․․17․․․․․․․․
65 ․․6․․․α [τ]ὰ ἰν τοῖ διαγρά[μμ]ατι γεγραμμένα τὰ ἐς
[․․․․․․․․19․․․․․․․․․ ο]ὐδὲ βωλεύσω πὸς οὐδένα.
Search Help
Contact Us