[ ] Phokis — Delphi — 332 BC — SGDI 2748
1 θεός.
Χαριδάμωι Ἀγία Ἀρκάδι Κλειτορίωι Δελφ-
οὶ ἔδωκαν προξενίαν καὶ προδικίαν καὶ προ-
μαντηΐαν καὶ προεδρίαν καὶ ἀτέλειαν πάν-
5 των καὶ ἐπιτιμὰν αὐτῶι καὶ ἐκγόνοις, καθά-
περ Δελφοῖς, ὡς εὐεργέται Δελφῶν· ἄρχοντο-
ς Θεολύτου, βουλευόντων Κλεοφάνεος, Αἰνη-
σίλα.
Search Help
Contact Us