[ ] Phokis — Delphi — ca. 370-365 BC — IAG 51,21 — Moretti
a.1 ὀλ[βίστη θρέπτειρα Θ]άσος, Τιμοξένου υἱέ, | καὶ [γὰρ ἀφ’ Ἑλλή]νων
[π]λ[εῖστ]ον̣ [ἔπαινο]ν̣ ἔ̣χ̣ει[ς] | καρτερίας. οὐ γάρ τις Ὀλυμπίαι ἐστεφ-
ανώθη | ωὑ[τὸ]ς [ἀνὴ]ρ πυγμῆι παγκρατίωι τε κρατῶν. | σοὶ δὲ καὶ ἐμ Π-
υθῶνι τριῶν στεφάνω[ν ἀκ]ονιτί | ἑ͂ς ——τόδε θνητὸς ἀνὴρ οὔτις ἔρε-
5 ξε ἕτερος—— · | ἐνεέα δ’ Ἰσθ[μι]άδων νῖκαι δέκα, δὶς γὰρ ἄϋσεν | κῆρυξ
ἐγ κύκλωι μοῦνον ἐπιχθονίων | πυγμῆς παγκρατίου τ’ ἐπινίκι-
ον ἤματι τωὐτῶι· | ἐνάκι δ’ ἐν Νεμέαι, Θεόγενες· αἱ δὲ ἴδιαι | νῖκαι
τρίς τε ἑκατὸν καὶ χίλιαι, οὐδέ σέ φημι | πυγμῆι νικηθῆναι ἔκοσι καὶ δύ’ ἐτῶν. |
b.9 Θευγένης Τιμοξένου Θάσιος ἐνίκησεν τάδε·
I.10 Ὀλύμπια πύξ
Ὀλύμπια πανκράτιον.
Πυθοῖ πύξ
Πυθοῖ πύξ
Πυθοῖ πὺξ ἀκονιτί.
15 Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
II.20 Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
Ἰθμοῖ πύξ
καὶ παγκράτιον
25 τῆι αὐτῆι
Ἰθμιάδι.
III.27 Νέμεα πύξ
Νέμεα πύξ
Νέμεα πύξ
30 Νέμεα πύξ
Νέμεα πύξ
Νέμεα πύξ
Νέμεα πύξ
Νέμεα πύξ
IV.35 Νέμεα πύξ.
Ἑκατόμβοια
δόλιχον
ἐν Ἄργει.
Search Help
Contact Us